no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19849.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. τέσσαρας ἀγγαρευτὰς ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου λόγῳ ὑπουργίας διαφόρων ἐργασιῶν πρὸς τὴν ὑποτεταγμένην γνῶσιν ἐπὶ μῆνας ἓξ καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων τοὺς τοιούτους ἀγγαρευτὰς ἔκπεμψον καὶ παράδος τοῖς ἐπικειμένοις τῶν τοιούτων ἐργασιῶν. ἐγράφη μηνὸς Παχὼν ϛ ἰνδικτίονος γνῶσις οὕτως· λόγῳ τοῦ ἀποκρισιαρίου ἀνδρὸς α τοῦ μηνὸς νομίσματος 𐅷 νομίσματα δ λόγῳ τοῦ λογογράφου α ὁμοίως νομίσματα δ λόγῳ ὑμετέρας ὑπουργίας β ἐκ νομίσματος γ τοῦ μηνὸς νομίσματα δ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Παχὼν διὰ βερεδαρίου περὶ σιδηρε ἀγγαρευτῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.