no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19831.
Each record below describes this same ancient text from a different angle.
Arabic ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἑκατὸν ἑξήκοντα ἓξ δίμοιρον νομίσματα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ὑπὲρ τιμῆς τῶν ὑποτεταγμένων εἰδῶν δαπάνης ἡμετέρας καὶ τῶν συνόντων ἡμῖν ὑπουργῶν Ἀράβων τε καὶ Χριστιανῶν καὶ διαφόρων προσώπων μηνῶν δώδεκα τῆς παρούσης ἰνδικτίονος ἐνάτης καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. — δεχόμενος οὖν τὰ παρόντα γράμματα τὸ τοιοῦτο χρυσίον ἀνύων μετὰ χειραγωγίας πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων ἔκπεμψον κατὰ πρόσβασιν διʼ ἀνθρώπων σου πιστῶν τῶν ὀφειλόντων καταβαλέσθαι ἐν τῇ σακέλλῃ καὶ κομίσασθαι τὴν ὑπὲρ αὐτοῦ ἀπόδειξιν. ἐγράφη μηνὸς Παχὼν ϛ ἰνδικτίονος θ γνῶσις νομισμάτων ρξϛ 𐅷 οὕτως· πρόβατα ρνε ἐκ νομίσματος 𐅵 νομίσματα οζ 𐅵 ὄρνιθες ρο τοῦ κ νομίσματα η 𐅵 ἐλαίου μέτρα μζ ἐκ νομίσματος 𐅵 νομίσματα κγ 𐅵 ὄξου μέτρα μη τοῦ νομίσματος ξέσται οβ νομίσματα ϛ 𐅷 ἑψήματος μέτρα ρβ ἐκ νομίσματος δ νομίσματα κη οἴνου κνίδια ρξε τοῦ λ νομίσματα ε 𐅵 φοινίκων ἀρτάβη α νομίσματος ιβ ἀσταφίδοςσταπίδδος ἀρτάβαι β ἐκ νομίσματος 𐅵 νόμισμα α κρομύου ἀρτάβαι ε τοῦ ι νομίσματος 𐅵 ξύλου κεντηνάρια σμ τοῦ ιϛ νομίσματα ιε λαχάνων δέματα σν τοῦ χ νομίσματος γ ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.