no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19810.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. διεστείλαμεν διὰ τῆς διοικήσεώς σου ἑβδομήκοντα καμίσια ἐκ νομίσματος τετάρτου λόγῳ ἐπιταγῆς τοῦ Ἀμιραλμουμνιν ἐξ ἔθους γινομένης διὰ σοῦ καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀνύων ἐκ τῶν χωρίων τῆς διοικήσεώς σου τὸ ἐπιλαχὲν αὐτοῖς πόσον πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων παρασκεύασον γενέσθαι τὰ τοιαῦτα καμίσια καλὰ καὶ ἐπίλεκτα ὀφείλοντα ἀρέσαι ἡμῖν ταῦτα ἀποστέλλων διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος παραδοῦναι ὅπως εἰἠ δόξῃ ἀποστράφῃ τι ἐξ αὐτῶν ᾧτο ἂν ταῦτα δώσῃ. ἐγράφη μηνὸς Μεχεὶρ ε ἰνδικτίονος η Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὶ Μεχεὶρ ιεμηνὶ ἰνδικτίονος η ἠνέχωη διὰ Σαειδ περὶ καμισίων ο ἐκ νομίσματος δ λόγῳ ἐπιταγῆς τοῦ ἈμιραλμουμνινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.