no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19808.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. οὐκ ἔγνωμεν τὴν ποσότητα τῶν ἐπαναλυσάντων ναυτῶν ἐν τῇ διοικήσει σου ἐκ τῶν ἐξελθόντων εἰς τὸ κοῦρσον Ἀφρικῆς μετὰ Ἀτα υἱοῦ Ῥαφε ὧνπερ ἀπέστειλεν Μουση υἱὸς Νοσαειρ καὶ τῶν ἀπομεινάντων ἐν αὐτῇ Ἀφρικῇ. λοιπὸν δεχόμενος τὰ παρόντα γράμματα γράψον πρὸς ἡμᾶς τὴν ποσότητα τῶν καταλαβόντωνκαταλαβοτων ἐν τῇ διοικήσει σου ὡς εἴρηται ναυτῶν καταμανθάνωνκαταμανθάννων τῶν ἐξ αὐτῶν καὶ ἐρωτῶν χάριν τῶν ἀπομεινάντων ἐν τῇ αὐτῇ Ἀφρικῇ καὶ διʼ ἣν αἰτίαν ἐναπέμειναν ἐκεῖσε ὡσαύτως καὶ τὴν ποσότητα τῶν τελευτησάντων ἐν αὐτῇ ὡς λέλεκται καὶ κατὰ στράταν μετὰ τὸ ἀπολυθῆναι αὐτοὺς καὶ ἁπλῶς εἰπεῖν ἅπασαν φανέρωσιν καὶ εἴδησιν αὐτῶν ἀπαραλείπτως ποιῶν ἀπόστειλον πρὸς ἡμᾶς διὰ πάσης συντομίας μετὰ τὴν ἀνάγνωσιν τῶν παρόντων γραμμάτων. ἐγράφη μηνὸς Μεχεὶρ δ ἰνδικτίονος η μηνὸς Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθηἠνήχθη διὰ Σαειδ περὶ καταγράψαι αὐτῷαὐτὸν ναύτας πεμφθέντας μετὰ Ἀτα υἱοῦ Ῥαφε καὶ εSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.