no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19809.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. Ζεειδ τὸν ἡμέτερον ἀπόστολον ἀπελύσαμεν πρὸς σὲ ἐφʼ ᾧ ἐνέγκαι τοὺς ναύτας καὶ τεχνίτας μετὰ καὶ τῶν δαπανῶν αὐτῶν καὶ τῶν μάχων τοὺς διασταλέντας διὰ τῆς διοικήσεώς σου λόγῳ κούρσου Αἰγύπτου ἰνδικτίονος ἐνάτης. δεχόμενος οὖν τὰ παρόντα γράμματα θέλησον δοῦναι αὐτῷ σκάφος ἀγωγῆς ἀρταβῶν ἑκατὸν καὶ κάτω ὡς εἴρηται λόγῳ καθόδου αὐτοῦ μὴ παρέχων ναῦλον. τὸ γὰρ τοιοῦτο ναῦλον ἡμεῖς ἀνέχομεν ἐνταῦθα καὶ μὴ δόξῃ σοι δοῦναι αὐτῷ ἄνωθεν τῆς τοιαύτης ἀγωγῆς ἀρταβῶν ἑκατὸν ἐπεὶ οἴκοθεν ἀπαιτοῦμέν σε τὸν ναῦλον ποιοῦντες εἰς σέ· καὶ τὴν δέουσαν ἐπεξέλευσιν. ἐγράφη μηνὸς Μεχεὶρ ε ἰνδικτίονος η Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθηἠνήχθη διὰ Σαειδ βερεδαρίου περὶ τοῦ πλοίουπλοίω ἀγωγῆς ἀρταβῶν ρ ἕως τοῦ ΦοσσάτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.