no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19818.
Each record below describes this same ancient text from a different angle.
περὶ προτελείας τῷ ἀποκρισιαρίῳ Arabic ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ὁ ὢν ἐν τῷ Φοσσάτῳ ἐκ προσώπουπροσώπω σου κρατεῖται περὶ διαφόρων στίχων διαστελλομένων διὰ τῆς διοικήσεώς σου καὶ οὐχοὐκ εὑρίσκει ἀποπληρῶσαι ἀλλʼ ἀφορμάζεται λέγων ὡς οὔπω ἀπέστειλας πρὸς αὐτὸν τὸ πόσον τῆς προτελείας ἥσπερ ἦμεν γράψαντες πρὸς σὲ προτελέσαι αὐτῷ ττ δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον πρὸς αὐτὸν τὴν τοιαύτην προτέλειαν καὶ μὴ δώσῃς αὐτῷ ἀφορμὴν ἔν τινι μήτε δὲ ἑτέρων γραμμάτων ἡμῶν περὶ τούτου. ἐγράφη Μεσορὴ β ἰνδικτίονος θ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς ιζ ἰνδικτίονος θ ἠνέχθηἠνήχθη διὰ Σωρε περὶ προτελείαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.