no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19844.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. πολλάκις γράμμασι φαινόμεθα χρησάμενοι πρὸς σὲ περὶ τῆς ἐξανύσεως τῶν χρυσικῶν δημοσίων ἑβδόμης ἰνδικτίονος καὶ μέχρι τῆσδε τῆς ἡμέρας οὐ διηγέρθης εἰς τοῦτο οὔτε μὴν ἀπέστειλάς τι τὸ σύνολον ἀλλʼ ἠμέλησας καταφρονήσας καὶ κατέλαβεν ὁ καιρὸς τοῦ λαβεῖν τοὺς Μωαγαρίτας τοῦ Φοσσάτου τὰς ῥόγας αὐτῶν καὶ ἐξελθεῖν εἰς τὰ κοῦρσα. δεχόμενος οὖν τὰ παρόντα γράμματα εὐθέως διὰ πάσης συντομίας ἀπόστειλον πρὸς ἡμᾶς εἴ τι δʼ ἂν συνῆξας χρυσίον ἀπὸ τῶν αὐτῶν δημοσίων μετὰ ἀνθρώπουἀνθρώπω σου τοῦ ὀφείλοντος τοῦτο καταβαλέσθαι ἐν τῇ σακέλλῃ. ἐπετρέψαμεν γὰρ τῷ παρόντι ἀποστόλῳ ἵνα μὴ ἀποκινηθῇἀποκαινηθῇ ἐκ σοῦ ἕως δʼ ἂν πέμψῃς εἴ τι δʼ ἂν ἤνυσας καὶ ἀγωνίσῃ ἐνδρανῶς εἰς τὴν ἐξάνυσιν τοῦ λοιπαζομένου πόσου ἐκ τῶν τοιούτων χρυσικῶν δημοσίων μετὰ κυβερνήσεως πέμπων εἴ τι δʼ ἂν ἀνύεις ἐξ αὐτῶν κατὰ πρόσβασιν ἀμελλητὶ ὅπως μὴ ἀναγκασθῶμεν ἀποστεῖλαι ἀλεῖψαίἀλῖψαί σε περὶ τούτου διὰ τῆς διοικήσεώς σου τ μετὰ ἐπιεικείαςἐπιηκείας καὶ κυβερνήσεως ἢ ἀδίκων καὶ ἔσῃ γινώσκων ὅτι τὸ πρῶτον ἔργον τοῦ ὑπουργοῦ ἡ ἐξάνυσις τῶν δημοσίων ἐστὶ καὶ μὴ γένηται διὰ σοῦ παρα ἐμπόδιος ἢ τοῦ δοῦναι διὰ σοῦ πόσον καὶ κινδυνεύῃς. ἐγράφη μηνὸς Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης ἈφροδιτώSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.