no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19797.
Each record below describes this same ancient text from a different angle.
δεχόμενος οὖν τὰ παρόντα γράμματα θέλησον μετὰ πάσης συντομίας καταλαβεῖν τὰ πρὸς ἡμᾶς — ἐνεγκὼν μετὰ σεαυτοῦ οὕσπερ ὠνοματίσαμένὀνοματίσαμέν σοι ἄνδρας τῆς διοικήσεώς σου ἐν τοῖς προτέροιςπρωτέροις ἡμῶν γράμμασιν — οὐ μὴν ἀλλʼ καὶ κατάγραφον κατὰ χωρίον τοῦ ὄντος ἀνδρισμοῦ ἐν αὐτῷ καὶ εἴ τί ἐστι διʼ αὐτῶν διάγραφον — καὶ εἴ τι ὑπάρχει ἑκάστῳ ἐν γῃδίοις ἀπό τε ἐν ἀμπέλῳ καὶ ἐν σπορίμῳ γῆς — καὶ εἴ τι ἐχορήγησεν διʼ ἐνταγίων καὶ ἄνευ ἐνταγίων καὶ κατάγραφον τῆς ὀνομασίας καὶ πατρωνυμίαςπατρονυμίας τῶν ὄντων φυγάδων ἐν αὐτῷ ἁπλῶς εἰπεῖν φανεροποιῶν ἡμῖν ἐν τῷ καταγράφῳ σου πᾶσαν εἴδησιν μὴ διδοὺςδιδων κατὰ σεαυτοῦ παντοῖον σκάνδαλον περὶ τούτου. — ἐπετρέψαμεν δὲ τῷ παρόντι ἀποστόλῳ μὴ ἀναμεῖναι πρὸς σὲ εἰ μὴ δύο τρεῖς ἡμέρας ἄχρις οὗ καταλάβῃς τὰ πρὸς ἡμᾶς παραγγέλλων τοῖς κατερχομένοις σὺν σοὶ ἀφʼἀπʼ ἑκάστου χωρίου τῆς διοικήσεώς σου ἐνέγκαι μεθʼ ἑαυτῶνεαυτου τὴν λογοποιίανλογοποιείαν τοῦ χωρίου αὐτῶν — ὅπως ἡμῶν ζητούντων παρʼ αὐτῶν περὶ κεφαλαίου τινὸς εὑρεθῶσιν ἐν ἑτοίμῳ ἔχοντες πᾶσαν εἴδησιν καὶ φανέρωσιν. — ἔσῃ οὖν ἐπιστάμενος ὡς οὐ μὴ δεξόμεθα ἐκ σοῦ παντοῖον λόγον εἰς ἀφορμήν. — λοιπὸν μὴ δεηθῇς ἑτέρων γραμμάτων ἡμῶν περὶ τούτου μετὰ τὰ παρόντα γράμματα καὶ καταλάβῃ σε ἀνταπόδοσις ἀπολοῦσα τὴν ψυχὴν καὶ ὑπόστασίν σου. ἐγράφη μηνὸς Φαὼφ ιβ ἰνδικτίονος ὀγδόηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.