no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19803.
Each record below describes this same ancient text from a different angle.
φοβουμένους τὸν Θεὸν καὶ φυλάττοντας τὸ δίκαιον καὶ τὴν ἰσότητα ἐφʼ ᾧ διαστεῖλαι διʼ αὐτῶν τὸ ταγὲν πόσον πρὸς τερερ ἐχείρησεν ἕκαστος καὶ πρὸς τὴν δύναμιν αὐτοῦ παρασκευάζων τὸν ἐπίσκοπον μετὰ καὶ ἑτέρων τεσσάρων προσώπων ἐμφανῶν τῆς διοικήσεώς σου εἰς ε αὐτοῖς ἐν τῇ τοιαύτῃ διαστολῇ καὶ αὐτῶν ταύτην ἐκτελούντων ἀπόστειλον πρὸς ἡμᾶς κατάγραφονκαταγρανφον περιέχονπεριέχων τί ἔλαχεν ἑκάστῳ προσώπῳ αὐτῶν φανεροποιῶν ἡμῖν ἐν αὐτῷ τήν τε ὀνομασίαν καὶ πατρωνυμίανπατρωνοιμίαν καὶ κατὰ χωρίον τῶν διαστειλάντων τὴν τοιαύτην ζημίαν. μὴ γνωσθῇ δὲ ἡμῖν ὡς ἀπῄτησάςἠπαίτησάς τι τὸ καθόλου τοὺς τῆς διοικήσεώς σου ὑπὲρ τῆς θεματισθείσης διὰ σοῦ ζημίας ἢ συνῆλθες ἢ καὶ ἀντεπάθησας τὸ σύνολόν τινι ἐν τῇ διαστολῇ τῆς τοιαύτης ζημίας. ἐπιστάμεθα γὰρ ὡς οἱ μέλλοντες διαστεῖλαι ταύτην οὐ μὴ παρακούσωσίν σου ἔν τινι ἐπιτρεπομένῳ αὐτοῖς παρὰ σοῦ καὶ ἐὰν εὕρωμεν αὐτοὺς ἐλαφρώσαντας τινα συμπαθοῦντας αὐτῷ ἢ βαρέσαντας ἀντιπαθοῦνταςἀντιπαθοῦντες μέλλομεν ἀποδοῦναι αὐτοῖς σωματικῶς καὶ ὑποστατικῶς κελεύσει Θεοῦ. λοιπὸν διαμάρτυραι αὐτοὺς παραγγέλλων περὶ τούτου οὐ μὴν ἀλλὰ καὶ τοῦ μὴ ἐκτάξαι διά τινος τῶν ὑπουργῶν ὑπὲρ δύναμιν ὅτε καὶ πόρρω αὐτῶν ὑπάρχει καὶ οὐ συνπαρείη αὐτοῖς εἰς τὴν διαστολὴν τῆς λεχθείσης ζημίας ἀλλὰ φυλάξαι ἑκάστῳ τὸ δίκαιον ὡς εἴρηται καὶ πρὸς δύναμιν ἐκτάξαι αὐτὸν παρασκευάζων τοὺς διαστέλλοντας τὴν εἰρημένην ζημίαν πρωτοτύπως ποιῆσαι ἔγγραφον ὁμολόγημα σαφηνίζοντες ἐν αὐτῷ ὡς εἰ φανῶσι μετὰ τὴν διαστολὴν τάξαντες διά τινος ὑπὲρ τὴν δύναμιν αὐτοῦ καὶ ἐλαφρώσαντες ἕτερον ἵνα οὗτοι ἰσοκινδύνως πληρώσωσι τὸ ὑπολοιπαζόμενον διὰ τοῦ βαρεθέντος προσώπου ἐν τῇ ἐκταγῇ αὐτῶν, ὑποκεῖσθαι δὲ αὐτοὺς καὶ μεγάλης ἀνταποδόσεως ὑπὲρ παρακοῆς καὶ καταφρονήσεως τῆς κελεύσεως ἡμῶν. καὶ τὸ τοιοῦτο ὁμολόγημα πέμψον πρὸς ἡμᾶς σὺν τῇ καταγραφῇ τοῦ ἐπιλαχέντος πόσου ὑπὲρ ζημίας διʼ ἑκάστου προσώπου. ἐγράφη μηνὸς Τῦβι ϛ ἰνδικτίονος η διὰ Βασιλείου νομίσματα σ διὰ τῶν ὑπουργῶν νομίσματα σ γίνεται νομίσματα υ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.