no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19806.
Each record below describes this same ancient text from a different angle.
τὸν ἐπικείμενον τῆς ἐργασίας οὐ δυνάμενον περαιῶσαι τοὺς αὐτοὺς καράβους καὶ ἀκατηνάριαἀκάτια καὶ δρομονάρια εἰ μὴ τὸ πρᾶγμα τῶντον οὐ μὴν ἀλλὰ καὶ τυλαρίων καὶ τεχνιτῶν ὀφειλομένων ἀπο σταλῆναι. δεχόμενος οὖν τὰ παρόντα γράμματα εὐθέως καὶ κατʼ αὐτὴν τὴν ὥραν ἀπόστειλον πρὸς ἡμᾶς τὰ ἀνώτερα δηλωθέντα εἴδη ἔτι μὴν καὶ τὸ λοιπαζόμενον διὰ τῆς διοικήσεώς σου μὴ ὑστερῶν τι τὸ σύνολον μήτε μὴν πέμπων τ μὴ ἀποστραφῆναί σοι ἐπιτρέπων τοῖς τῶν χωρίων χρησίμως καὶ ὡς χρὴ καμεῖν τὰς δόσεις μὴ ἀνύων ἀπαργυρισμὸν ὑπὲρ αὐτῶν τὸν ὁτιοῦν μήτε δεόμενος ἑτέρων ἡμῶν γραμμάτων περὶ τῆς ἐκπέμψεως τῶν τοιούτων εἰδῶν εἰ μέντοι συνιεῖς καὶ ἔχεις φρένας πέμψον μετὰ τὴν ἀνάγνωσιν τῶν παρόντων γραμμάτων ἀμφότερα. ἐγράφη μηνὸς Τῦβι ιη ἰνδικτίονος ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.