no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19795.
Each record below describes this same ancient text from a different angle.
καὶ ἀμελῆσαι εἰς τὸ ἐκπέμψαι πρὸς ἡμᾶς τοὺς διασταλέντας διὰ τῆς διοικήσεώς σου ναύτας λόγῳ καράβων καὶ δρομοναρίων καὶ ἄλλων — κούρσου Αἰγύπτου ἰνδικτίονος ὀγδόης ἐπετρέψαμεν Ἁειαν υἱῷυιον Σωραεικ μισθώσασθαι τοὺς λοιπασθέντας διὰ σοῦ πρὸς τὸν ἐντεθέντα θεματισμὸν ἐν τοῖς ἡμετέροις ἐνταγίοις δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον διὰ πάσης συντομίας πρὸς τὴν ἔνδον τῆς παρούσης ἐπιστολῆς γνῶσιν τὸ χρυσίον τοῦ μίσθου αὐτῶν μὴ ὑστερῶν ἐξ αὐτοῦ ἓν νόμισμα καὶ μόνον καὶ γὰρ γινώσκομεν ὡς οὐ μέλεταί σοι οὔτε μὴν τοῖς τῆς χώρας μὴ ἐκτελέσαι μήτε δοῦναι πέρας παντοίῳ ἔργῳ ἐφʼ ὅσον οὐκ ἀπαιτεῖσθε ὑπὲρ τῶν λοιπαζομένων διʼ ὑμῶν εἰ μὴ πρὸς τὸν θεματισμὸν τὸν ἐνκείμενον ἐν τοῖς ἡμετέροις ἐνταγίοις. ἀλλʼ οὐ μὴ συγχωρήσωμεν εἶναι τὰ πράγματα οὕτως οὔτε γὰρ μέλλομεν ἐξισῶσαι τὸν ἵκανον καὶ χρήσιμον καὶ πληροῦντα ἀκαταφρονήτως τὰ διʼ αὐτοῦ τῷ ἀνικανοῦντι ἐν τοῖς ἐπιτρεπομένοις αὐτῷ παρʼ ἡμῖν διὰ δωροδοκίας. λοιπὸν ἐὰν ἔχεις φρέναςφραίνας ἐκτέλεσον τὴν διὰ γραμμάτων ἡμῶν ἐπιτροπὴν μὴ ληθῇ παραπέμπωνπαραπέμπον τι ἐκ τούτων ἀλλʼ ἐμπόνως ἀποτελῶν. ἐγράφη μηνὸς Θὼθ ιγ ἰνδικτίονος ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.