no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19812.
Each record below describes this same ancient text from a different angle.
σιν τῶν τῆς χώρας εσον τὸν διασταλέντα σίτον καὶ ἄρτον λόγῳ δαπάνης τοῦ κούρσου ὡς εἴρηται ἃ μὲν ἐνεβάλου εἰς πλοῖα παρασκεύασον ἀναδοθῆναι εἰ δὲ καί τις ἐκ τῶν τῆς διοικήσεώς σου φαίνηται δούς τινι ἐκ τῶν ὑπουργῶν σου ἀπαργυρισμὸν τὸν ὁτιοῦν τῆς τοιαύτης δαπάνης παρʼ ὃ ἧς ἐθεματίσαμεν διατιμήσεως ἐν τοῖς ἡμετέροις ἐνταγίοις τοῦτον εἰς πλῆρες ὑπόστρεψον αὐτοῖς καὶ μὴ ἀπαιτήσῃς τοὺς τῶν χωρίων σῖτον καὶ ἄρτον ἀπὸ τοῦ νῦνυνῦν ἕως τοῦ καιροῦ τοῦ θερισμοῦ κελεύσει Θεοῦ. ἡνίκα δε ἄρξονται εἰς τὸν θερισμὸν ἀπαίτησον αὐτοὺς ἐντελῶς εἴ τι λοιπάζονται ἐκ τοῦ αὐτοῦ σίτου καὶ ἄρτου καὶ ἀπόστειλον ἐν Ταμίαθι μὴ ὑστερῶν ἐξ αὐτῶν μίαν ἀρτάβην καὶ μόνην. ἐξακολούθησον δὲ ἀπαρακλινῶςἀπαρακλεινῶς τῇ ἐπιτροπῇ ἡμῶν ἐν τούτοις ἅπασιν — μὴ καταθορών τινι ἀλλὰ διὰ σεαυτοῦ ἀποτελῶν. ἰδοὺ γὰρ γεγραφήκαμεν τῷ πεμφθέντιπεμθέντι παρʼ ἡμῶν ἀποστόλῳ πρὸς σὲ ἕνεκε τῆς τοιαύτης δαπάνης ἐνέγκαι πρὸς ἡμᾶς κατάγραφον περιέχονπεριέχων τί ἐνεβάλου καὶ ἀπέστειλας διʼ ἑκάστου πιστικοῦ ἀπό τε δαπάνης καὶ ἀπαργυρισμοῦ αὐτῆς. λοιπὸν μὴ γνωσθῇ ἡμῖν ὡς ἠνύσθη ἐκ τῶν τῆς διοικήσεώς σου ἀπαργυρισμὸς δαπάνης τὸ καθόλου κάτωθεν ἧς ἐνεθήκαμεν ὡς λέλεκται ἀποτιμήσεως ἐν τοῖς ἡμετέροις ἐνταγίοις. τὸ δὲ ὄσπριον καὶ τὸ ὀξέλαιον πάραυτα μὴ ἀναμένων πρὸς ῥοπὴν καὶ μόνην ἔκπεμψον ἐν Ταμίαθι καὶ μὴ ἀμελήσῃς. ἐγράφη μηνὸς Φαμενὼθ κθ ἰνδικτίονος ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.