no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19796.
Each record below describes this same ancient text from a different angle.
καταλαβεῖν τὰ πρὸς ἡμᾶς καθόδου σου μὴ ἀναμένων κατάλαβε τὰ πρὸς ἡμᾶς μετὰ τῆς συμπληρώσεως ὣς εἴρηται τῶν χρυσικῶν δημοσίων καὶ ἐκστραορδίνων καὶ λοιπῶν στίχων ἐπιζητουμένων διὰ τῆς διοικήσεως μὴ ὑστερῶν ἐξ αὐτῶν τι τὸ σύνολον, γινώσκει γὰρ ὁ Θεός, ὡς οὐ μὴ ἀποκινηθῇςἀποκεινηθῇς ἐξ ἡμῶν καὶ ἔστι διὰ σοῦ ἐν λοιπάδιλοιπάδει ἕως ἑνὸς μιλιαρισίου καὶ μόνου καὶ πιστοφορέθητι εἰς τοῦτο. πάνυ γὰρ ηθεως ἔχομεν εἶναι τὸ ἔργον σου προκόπτονπροσκοπτων καὶ σταθηρὸν πλείω οὗ ἐστί. καὶ γὰρ ὁ Αμιραλμουμνιν οὐ καταδέχεται διὰ προφάσεών τινων ὑστερεθῆναί τι ἐκ τῆς συμπληρώσεως τῶν ἐπιζητουμένων ὡς λέλεκται διὰ τῆς διοικήσεώς σου καὶ εἰ εἶχες φρένας ἐρρωμένας οὐκ εἶχες δεηθῆναι πλείστων ἡμῶν γραμμάτων τούτων ἕνεκα. ἄνυσον οὖν ἐντελῶς εἴ τί ἐστι διὰ σοῦ καὶ κατάλαβε ἐν τάχει φέρων μετὰ σεαυτοῦ οὕσπερ ὠνοματίσαμένὀνοματίσαμέν σοι ἄνδρας τῆς διοικήσεώς σου ἐν τοῖς πρὸ τούτων ἡμῶν γράμμασιν. οὐ μὴν ἀλλὰ καὶ κατάγραφον κατὰ χωρίον τοῦ ὄντος ἀνδρισμοῦ ἐν αὐτῷ καὶ τί ἐστι διʼ αὐτῶν διάγραφον καὶ τί ὑπάρχει ἑκάστῳ ἐν γῃδίοις καὶ τί ἐχορήγησε διʼ ἐνταγίων καὶ ἄνευ ἐνταγίων καὶ ἁπλῶς εἰπεῖν μὴ εὑρεθῇς παραλείψας τί ποτε ἐν τῇ ἐπιτροπῇ ἡμῶν εἰς τοῦτο μήτε μὴν διδοὺςδιδων κατὰκαθ σεαυτοῦεαυτοῦ τὴν οἵαν οὖν πρόφασιν ἢ σκάνδαλον. μέλλομεν γὰρ κελεύσει Θεοῦ καλοποιῆσαι τῷ καλῶς διαπραττομένῳδιαπραττωμένῳ, ἐξαλεῖψαι δὲ τὸν χαώτην ῥᾳδιουγόν τε καὶ ἄδικοναδικων. λοιπὸν μὴ δεηθῇς ἑτέρων ἡμῶν γραμμάτων περὶ τούτου μετὰ τὰ παρόντα γράμματα καὶ καταλάβῃ σε ἀνταπόδοσιςἀνταποδοσι ἀπολοῦσαἀπωλλοῦσα τὴν ψυχὴν καὶ ὑπόστασίν σου. ἀγώνισαι τοίνυν καθὼς πολλαχῶς εἴρηται ἀμελλητὶ καταλαβεῖν τὰ πρὸς ἡμᾶς καὶ κατενέγκαι εἴ τί ἐστι διὰ τῆς διοικήσεώς σου ἀπὸ τε χρυσικῶνχρησικῶν δημοσίων καὶ ἑτέρων διαφόρων στίχων ἐκτελῶν ἀπαραλείπτως καὶ τὰ δηλωθέντα σοι ἔν τε τοῖς νυνὶ καὶ προτέροις γράμμασιν ἡμῶν. οὔτε γὰρ σπεύδομεν εἰς ἕτερόν τι εἰ μὴ τοῦ ἐν συντόμῳ καταλαβεῖν σε τὰ πρὸς ἡμᾶς μετὰ τῶν ἐπιζητουμένων διὰ τῆς διοικήσεώς σου ἀνελλιπῶςἀνελλειπῶς. ἐγράφη μηνὸς Θὼθ ιε ἰνδικτίονος ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.