no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19807.
Each record below describes this same ancient text from a different angle.
ὄντες τῇ χάριτιχάρητι τοῦ Θεοῦ καὶ ἀποδεικνύοντες ἑαυτοὺς εὐειδεστάτους καὶ ἔγνωσαν πάντες ὀφείλειν ἐξανυθῆναι διʼ αὐτῶν κανόνακανώνα τῶν χρυσικῶν δημοσίων καὶ μηδὲν εἶναι ἐν λοιπαδαρίων διʼ ὧν ἐβλάπτοντο παρά τινων ἄρξαι οὖν ἐπʼ ὀνόματος τοῦ Θεοῦ καὶ τῆς βοηθείας καὶ ἀγαθοῦ τὴν ἐξάνυσιν τῶν χρυσικῶν δημοσίων μετὰ ἐπιεικείαςἐπιηκείας καὶ χειραγωγίαςχειραγωγείας. ἑκάστῳ γὰρ ἀγωνιζομένῳ εἰς σύστασιν καὶ διόρθωσιν ὡς ἁρμόττει αὐτῷ ὁ Θεὸς καὶ συνεπισχύειεπισχυει καὶ σοῦ συνάγοντοςσυνάγωντος ποσὸν χρυσίου ὀφείλων δεῖξαί σε ἱκανὸν παρʼ ἡμῖν τοῦτο ἀπόστειλον ἐν τῇ σακέλλῃ ἀγωνιζόμενος εἰς τοῦτο ἐντρανῶςἐνδρανῶς καὶ ἐμπιεσμένως. ἀρτίως γὰρ τῶν τῆς χώρας ἀποτελεσάντων τὴν κατασπορὰν ὥστε εὐχεροτέρωςεὐχαιροτέρως ἀποπληρώσεινἀποπληρώσιν τὰ διʼ αὐτῶν καὶ σὺν θεῷσυν ἐπέφθασεν ὁ καιρὸς τῆς ῥόγας τῶν Μωαγαριτῶν τοῦ Φοσσάτου καὶ τῶν κούρσων καὶ ἡ ῥόγα αὐτῶν ἀπὸ δημοσίων ἑβδόμης ἰνδικτίονος δίδοταιδίδεται. λοιπὸν μὴ ἀμελῇς τοῦ ἀποστεῖλαι τὸ συναγόμενον ποσὸν παρὰ τῶν τῆς διοικήσεώς σου. ὁ χρήσιμος γὰρ ὑπουργὸς ἀκαταφρονήτως συνάγει τὸ δίκαιον τοῦ Αμιραλμουμνιν μετὰ κυβερνήσεως καὶ καλοθελείας μηδὲν ἀπολλὺςἀπολλων ἢ ἐξαλείφων. μέλλομεν τοίνυν καταμαθεῖν κελεύσει Θεοῦ τὸ πῶς διαγίνῃ ἐν τοῖς ἔργοις σου καὶ οὐ μὴ διαλάθῃ ἡμᾶς τί ποτε. θέλομεν γὰρ εὑρεθῆναί σε μετὰ τῶν ἐχόντων ἀγαθὸν καὶ εὔνοιαν καὶ ἐὰν εὕρωμέν σε ἐν τούτοις ὠφελοῦμέν σε ἀνταμοιβόμενοι κατὰ τὰ ἔργα σου, εἰ δὲ καὶ ἄλλως πως διαπραττόμενον ἀποδιδοῦμέν σε ὡσαύτως καταβιβάζοντεςκαταβιβάζωντες καὶ χυδαιότερονχυδεότερων πάντων ἀποδεικνύοντέςἀποδικνύοντές σε. ἀλλʼ ὅμως ἐλπίζομεν εἰς τὸν Θεὸν ὅτι μέλλεις εὑρεθῆναι ἐκ τῶν ἀληθινῶνἀληθεινῶν καὶ γνησίων ὑπουργῶν τῶν σπευδόντων ἀρέσαι ἡμῖν καὶ φυλαττόντων τὰ καταπιστευθέντα αὐτοῖς. ἔσῃ γὰρ ἐπιστάμενος ὡς τὸ πρῶτον καὶ ἀνώτερον κεφάλαιον ὅλων τῶν ἔργων τοῦ ὑπουργοῦ ἡ ἐξάνυσιςἐξάνυσης τῶν δημοσίων ἐστὶ τοῦ ἐμπόνως καὶ ἀενάως κατὰ διάνοιαν ἔχειν ἕως δʼ ἂν ἀποτελέσῃ τὴν τοιαύτην ἐξάνυσιν μετὰ τῆς τοῦ Θεοῦ συνεργείας. παραφυλάξαι διὰ τῆς διοικήσεώς σου ἀπὸ τῶν προσφευγόντων ἐν αὐτῇ φυγάδων καὶ τῶν κακῶν ὑπουργῶν καὶ ῥᾳδιουργῶν μὴ ποιῶν μήτε συγχωρῶν παρʼ αὐτοῖς ἔργον γενέσθαι παροργίζον τὸν Θεὸν μήτε μὴν ἡμᾶς. ἐγράφη μηνὸς Τῦβι ιθ ἰνδικτίονος η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.