no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19817.
Each record below describes this same ancient text from a different angle.
περὶ ζημίας παγάρχου καὶ ὑπουργῶν إلى صحب إشقوه في غرامة العمّال ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἡμῶν ἐγκυψάντων εἰς τὸ κατάγραφονκαταγι τοῦ καταβληθέντος χρυσίου ἐν τῇ σακέλλῃ ὑπὲρ ζημίας ὑπουργῶν οὐχοὐκ εὕραμέν σε καταβαλάμενον ὑπὲρ τῆς ταγείσηςταγίσης διὰ σοῦ ζημίας καὶ τῶν ὑπουργῶν τῆς διοικήσεώς σου τί ποτε ἄξιον λόγου καὶ ἐπίσταται ὁ Θεός· ἐβουλήθημεν ἀποδοῦναί σοι ὑπὲρ τῆς τοιαύτης καταφρονήσεως ὑπὲρ ὃ νομίζεις. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον διὰ πάσης συντομίας ἐν τῇ σακέλλῃ τὸ ταγὲν χρυσίον διὰ σοῦ τε καὶ τῶν ὑπουργῶν τῆς διοικήσεώς σου ὑπὲρ ζημίας ὡς λέλεκται εἰ μέντοι ἔχεις ἀγαθὸν καὶ συνιεῖςσυνηεῖς τοῖς γραφομένοις πρὸς σέ. ἐὰν γάρ ὑστερήσῃςὑστερέσῃς καὶ ἀναγκασθῶμεν ἑτέροις γράμμασι χρήσασθαι μέλλει φθάσαι σε σὺν τοῖς αὐτοῖς γράμμασι τὰ θλίβοντά σε. οὔτε γὰρ ἐπίσταται ὑμῖν ἀφορμὴ ἐν τούτῳ καθότι ἤδη ἐθερίσατε τὰ γενήματα, παρῆλθεν δὲ καὶ ἡ προθεσμία καὶ οὐκ ἔχετε ἔν τινι πρόφασιν. λοιπὸν ἐὰν ἀγαπᾷς τὴν ψυχήν σου μὴ καταφρονήσῃς ἐν τούτῳ. ἐγράφη μηνὸς Παῦνι κδ ἰνδικτίονος θ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. Ἐπεὶφ ζ ἰνδικτίονος θ ἠνέχθηἠνήχθη περὶ ἐκπέμψαι ζημίαν παγάρχου καὶ ὑπουργῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.