no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19830.
Each record below describes this same ancient text from a different angle.
Παχὼν περὶ μισθοῦ ναυτῶν ζ ἀπομεινάντων εἰς Ἀνατολήν ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. νομίσματα ἑπτὰ διεστείλαμεν ὑπὲρ μέρους μισθοῦ ναυτῶν ἑπτὰ τῆς ὑμετέρας διοικήσεως ἐλθόντων εἰς Ἀνατολὴν λόγῳ ἀκατηναρίων κούρσου ἰνδικτίονος ὀγδόης καὶ ἀπομεινάντων ἐν αὐτῇ Ἀνατολῇ καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα εὐθέως τὸ τοιοῦτο χρυσίον ἀνύων πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων ἀπόστειλον πρὸς ἡμᾶς καὶ μὴ ἀμελήσῃς εἰς τοῦτο. ἐγράφη μηνὸς Παχὼν ϛ ἰνδικτίονος ἐνάτης seal Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς ἰνδικτίονος διὰ Ἠλία Ψεβνουθίου περὶ νομισμάτων ζ μισθοῦ ὀνομάτων ζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.