no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19793.
Each record below describes this same ancient text from a different angle.
περὶ σίτου ἀρταβῶν Β ἐμβολῆς ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ εἰς τὰ ὅρρια Βαβυλῶνος ἀπʼ ἐμβολῆς ἰνδικτίονος ὀγδόης λόγῳ ῥουζικοῦ Μωαγαριτῶν τοῦ Φοσσάτου καὶ ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου δισχιλίας ἀρτάβας σίτου καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι ἐνθέμενοι εἰς αὐτὰ ἵνα ἐὰν στενωθῶσιν οἱ τῶν χωρίων δοῦναι τὸν σῖτον καὶ δώσωσιν ἀπαργυρισμὸν δώσουσιν κατὰ δεκατρεῖς ἀρτάβας καθαρὰς σὺν ναύλῳ τοῦ νομίσματος. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἐνταγίων τὸν τοιοῦτον σῖτον πέμψον καὶ παράδος εἰς τὰ ὅρρια κομιζόμενος τὰς ὑπὲρ αὐτοῦ ἀποδείξεις καὶ καν εἰ ἐγράψαμέν σοιἔγραψας τὴν κοπήν. ἀλλʼ οὖν πᾶσαν σπουδὴν ποίησον τοῦ μὴ δοθῆναι ἀπαργυρισμὸν εἰ μὴ αὐτὸν τὸν σῖτον. ἐγράφη μηνὸς Μεσορὴ α ἰνδικτίονος η Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης ἈφροδιτώSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.