no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 35717.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίᾳ ικι Πινουτίωνος τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμοπολιτῶν παρὰ Αὐρηλίου Ἰωάννου Ἀπίωνος βρα δέως ὑπογράφοντος ἀπὸ τῆς ἀυτῆς πόλεως· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφʼ ὃν ἂν βουληθείης χρόνον λογιζόμενον ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένηςπρογεγραμμενου ἡμέρας ἥτις ἐστὶν Τῦβι ἑβδόμη τῆς παρούσης πεντεκαι δεκάτης ἰνδικτίονος τὸ ὑπάρχον σοι ἐπιβάλλον καὶ ἀνῆκον μέρος ὁλοκλήρου οἰκίας μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου τοῦτʼ ἔστιν εἰς τὸ αὐτὸ ἐπιβάλλον καὶ ἀνῆκον σοι μέρος τῆς αὐτῆς οἰκίας ἥμισυ μέρος τοῦ κοιτῶνος ὄντος ἐν τῇ πρώτῃ στέγῃ νεύοντος εἰς βορρᾶ καὶ ἥμισυ μέρος μιᾶς καμάρας ἐν τῷ καταγαίῳ νευούσης εἰς ἀπηλιώτην καὶ ἥμισυ μέρος συιας ἐν τῷ δώματι κατὰ κοινωνίαν Εὐρασίας Ἰωάννου εἰς τὸ ὑπόλοιπον ἥμισυ μέρος τῶν αὐτῶν τόπωντούτων εἰς συμπλήρωσιν τούτων καὶ τὸ αἱροῦν σοι μέρος τῆς αὐλῆς καὶ τοῦ φρέατος καὶ τοῦ πυλῶνος καὶ τοῦ πεσσοῦ καὶ τοῦ δώμα τος καὶ τῆς αἴθρου καὶ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδουκατθόδου καὶ λοιπῶν χρηστηρίων πάντων ἀναγκαίων ἐκ τῆς οἰκίας ὁλοκλήρου διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμ φόδου Πόλεως Ἀπηλιώτου πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν ἐνοικίουἐνοικείου τούτου κατʼ ἔτος ἀργυρίου ταλάντων δισχιλίωνδισχειλίων ὀκτακοσίων ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι τοὺς αὐτοὺςτὰς αὐτὰσ τόπουςοπο σὺν θύραις ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης Ἀπίωνος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος ης Μηνᾶ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Φλάυιος μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου μίσθωσις Ἰωάννου ἈπίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.