no image
DDbDP-text
Mietsangebot für ein Magazin in einem Hausportal via HGV-meta
Linked by Trismegistos ID
TM 19445.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαουίων Καισαρίου καὶ Ἀττικοῦ τῶν λαμπροτάτων. Αὐρηλίᾳ τῇ καὶ ἈθηνοδώρᾳἈθηνοδώρας ἀπὸ Ἑρμοῦ πόλεως παρʼ Αὐρηλίας Παήσιος ρνος ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρʼ ὑμῶνἡμῶν ἐφʼ ἐ νιαυτὸν ἕνα λογιζόμενον ἀπὸ τοῦ ὄντος μηνὸς Τῦβι τῆς ἐνεστώσης ἑνδεκάτης ἰνδικτιόνος κέλλαν μίαν ἀπὸ τῆς ὑπαρχούσης ὑμῖν οἰκίας οὖσαν ἐν τῷ πυλῶνι ν ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς πρὸς οἴκησιν ἐμὴν καὶ χρῆσιν ἐνοικίου κατὰ μῆναμηνας ἀργυρίου ταλάντων δηναρίων · ὅπερ ἐνοίκιον ἀποδώσω ὑμῖν κατὰ μῆνα πρὸς λῆξιν ἑκάστου μηνὸς ἀνυπερθέτως, καὶ ἐπὶ τέλει τοῦ τῆς μισθώσεως χρόνου παραδώ σω ὑμῖν τὴν αὐτὴν κέλλαν σὺν τῇ ἐφεστώσῃ αὐτῇ θύρᾳ ὡς παρείληφα ἐνἐπʼ οὐδενὶ καταβλάψασα πλὴν τῆς χρήσεως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Παῆσις ἡ προκειμένη μεμίσθωμαιμεμίσθωμε ὡς πρόκειται. Ιωάννου ἔγραψα ὑπὲρ αὐτῆς τουτομματιαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.