no image
DDbDP-text
Tender for Lease of a Room via HGV-meta
Linked by Trismegistos ID
TM 11455.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Κολλούθῳ Ἰσίωνος ἀπὸ κώμης Δίννεως Κοίτας τοῦ Ἀρσινοίτου νομοῦ παρὰ Αὐρηλίας Τασίας Ποτύμεως μητρὸς Ταᾶτος απο κωμσης ἀπὸ τῆς αὐτῆς κώμης Δίννεως χωρὶς κυρίου χρη ματιζούσης τέκνων δικαίῳ. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσαν κέλλαν ἐν τῇ αὐτῇ κώμῃ Δίννι ἐν οἰκίᾳ Ουρς Πλουτάμμωνος ἐν τῇ ἄνω στέγῃ ἐπὶ χρό νον ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστῶτος τῆς ιγ ἰνδι κτίονος ἥτις ἐστὶν Παῦνι κβ ἐνοικία τοῦ ἐνιαυ σίου πυροῦ ἀρτάβην μίαν μέτρα ὀκτὼ πυροῦ ἀρτάβην α μέτρα η ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου, ἀλλὰ καὶ ἐπάναγκον τὴν ἐπιμέλιαν τῆς κέλλης ποιήσομαι καὶ τὸ τοῦ ἐνιαυσίου ἐνοίκιον ἀποδώσω μέτρῳ τετραχοινίκῳ καὶ μετὰ τὸν ἐνι αύσιον παραδώσω σοι τὴν προκιμένην κέλλην σὺν τῇ ἐφεστώσῃ θύρᾳ. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἐπὶ ὑπάτων Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων Παῦνι κβ. Αὐρηλία Τασία μεμίσθωμαι ὡς πρόκιται. Αὐρήλιος Ἄπιος Σύρου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.