no image
DDbDP-text
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐγράφη πεντεκαιδεκάτης ἰνδικτίωνος Ἄββα Ἰωάννῃ διακόνῳ υἱῷ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου υἱοῦ Παχνουβίου ἐκ μητρὸς γεωργοῦ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ πρὸς μόνον ἐνιαυτὸν ἕνα καρπῶν τῆς σὺν θεῷ εἰσιούσης πρώτης ἰνδικτίωνος καὶ μόνης τὰς διαφερούσας σοι ἀρούρας δύο σπορίμης γῆς ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος υἱὸς Παχνουβίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης υἱὸς άμμωνοςυἱος αμμων ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου . ἘπιφάνιοςἘπιφάνειος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου μίσθωσις ἀρουρῶν β φόρου σίτου ἀρταβῶν ϛ καὶ κριθῆς ἀρταβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.