no image
DDbDP-text
Location via HGV-meta
Linked by Trismegistos ID
TM 18429.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους εἰκοστοῦ ἐνάτουἐννάτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους τεσσαρεσκαιδεκάτου, Τῦβι τετάρτῃτεταρτης τετάρτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλεως τῇ λαμπροτάτῃ. Αὐρηλία Ἄμα Ῥαχὴλ θυγάτηρ Κολλούθου, μητρὸς Κύρας, ὁρμωμένη ἀπὸ τῆς Ἀντινοέων, Αὐρηλίῳ Ἰσακίῳ τῷ γνησιωτάτῳ μου ὁμογνησίῳὁμογνησιων ἀδελφῷἀδελφων ἐξ ἀμφοτέρων γονέων, καὶ αὐτῷ ἀπὸ τῆς αὐτῆς Ἀντινοέων. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος, πρὸς ὅσον ἐὰν βούλῃ χρόνον, λογιζόμενον ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Χοίακ τῆς παρούσης τετάρτης ἰνδικτίονος, ἀπὸ τοῦ διαφέροντός σοι μέρους ὁλοκλήρου οἰκίας διστέγου, οἵας ἐστὶν θέσεως σὺν δώματι καὶ αὐλῇ καὶ χρηστηρίοις πᾶσι καὶ δικαίοις, τῆς διακειμένης κατὰ ταύτην τὴν Ἀντινοέων πόλιν ἐν τῷ γ γράμματι ἐν ταῖςτῇ ἄνω μέρεσιμερισει τῆς πόλεως, ἠνεῳγμένης εἰς ἀπηλιώτην, ἀριστήριον κείμενον ἐν τῇ ἄνω στέγῃ, νεῦον εἰς βορρᾶ, μετὰ τοῦ ἐγγύθεν κιωνος νεύοντος εἰς ἀπηλιώτην, ἔτι μὴν καὶ τόπον ἕνα ὑποκάτωὑποκαδοὑπὸ κάδου το νεύοντα εἰς λίβα μετὰ τῆς χρήσεως τῶν δικαίων τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου σὺν παντὶ τῷ δικαίῳ, ἐφʼ ᾧ τέ με τούτους ἔχειν πρὸς ἡμετέραν χρῆσιν καὶ οἴκησιν, καὶ διδόναι σοι λόγῳ ἐνοικίωνἐνοικείων τούτων καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ κεράτια δώδεκα, γίνεται χρυσοῦ κεράτια ιβ, ὅπερ ἐνοίκιονἐνοίκειον ἀποδώσω σοι κατʼ ἔτος ἀνυπερθέτως. καὶ μεθʼ ὃν βούλει χρόνον παραδώσω σοι τοὺς αὐτούςτούτους τοὺς τόπους σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ, μετὰ παντὸς τοῦ δικαίου. ἡ μίσθωσις κυρία καὶ βεβαία. καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα Αὐρηλία Ἄμα Ῥαχὴλ, θυγάτηρ Κολλούθου, μεμίσθωμαι τὸ σὸν μέρος τῆς οἰκίας, καὶ δώσω τὸ ἐνοίκιον κατʼ ἔτος ὡς πρόκειται υἱὸς , ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης υἱὸς ἀπὸ πόλεως, μαρτυρῶ τῇ μισθώσειμισθώση ἀκούσας παρὰ τῆς θεμένης .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.