no image
DDbDP-text
Lettera di Qorra ben Šarîk a Basileios via HGV-meta
Linked by Trismegistos ID
TM 21277.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. ἀκανθέων ποσόν τι ἡμῖνἡμεν διαστείλαντες διὰ τῆς διοικήσεώς σου λκτ λογῳ φιλοκαλείας τε καὶ ἐξαρτίας καράβων καὶ ἀκατηναρίων καὶ δρομοναρίων κούρσου ἰνδικτίονος ἐνάτης, ἀποστείλαντες πρὸς σὲ καὶ τὰ τούτων ἐντάγια πρὸ εἴκοσι ἡμερίωνἡμεριῶν καὶ μέχρι τῆς δεῦρο οὐκ ἔπεμψάς τί ποτε ἐκ τούτων· ἡμῶν ἤδη ἐπιτρεψάντων τῷ ἐπικειμένῳ τῆς ἐργασίας τῶν αὐτῶν καράβων ἄρξασθαι εἰς κτίσιν καὶ φιλοκαλείαν αὐτῶν διὰ τῶν αὐτῶν τεχνιτῶν εσδαν, διεστείλαμενδιαστείλομεν κελεύσει θεοῦ τὴν ὑποτεταγμένην διαστολὴν τῶν αὐτῶν τεχνιτῶν. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον εὐθέως καί πάραυτα εἴ τι ἐστὶν ἐκ τῶν τοιούτων εἰδῶν διά τῆς διοικήσεώς σου, τὸ πρῶτον ὡς πρῶτον ἐκπέμπων πρὸ παντὸς τὰς ἀκανθέας, ἐὰν μέντοι οὔπω ταύτας ἐξέπεμψας, μὴ ἀποστέλλων τι ἐξ αὐτῶν ἐκτός τοῦ σαφηνισθέντος σοι μέτρου ἐν τοῖς προτέροις ἡμῶν γράμμασιν. ἔσῃ δὲ ἐπιστάμενος ὡς εἰ ἀναγκασθῶμεν γράψαι πρός σὲ ἕτερα γράμματα μετὰ τὰ παρόντα γράμματα, διὰ τὸ ὑστερῆσαί σε καὶ μὴ πέμψαι τὰς τοιαύτας ἀκανθέας, μέλλει σύν τοῖς αὐτοῖς γράμμασιν καταλαβεῖν σε ἀνταπόδοσις ὀφείλουσα θλίψαι τὴν ψυχήν σου. λοιπὸν μὴ δώσῃς κατὰ σοῦ τὴν οἵαν οὖν ἀφορμὴν καὶ ἀμελήσῃς τοῦ ἀποστεῖλαι τὰς ῥηθείσας ἀκανθέας οὐ μὴν ἀλλὰ καὶ τὰ λοιπὰ εἴδη. ἐγράφη μηνὶ Θὼθ κβ ἰνδικτίονος η. γνῶσις κώμης Ἀφροδιτώ. οὕτως τιμῆς ἀκανθῶν α λόγῳ τῶν καράβων νόμισμα α τιμῆς εἰδῶν τοῦ Κλύσματος νομίσματα ιη ἀγκύρια σιβένινα η νομίσματα θ γ λεπτὸν σιβένινον α νομίσματος 𐅷 τιμῆς δαπάνης τοῦτοῦ Κλύσματος καὶ πλοίων τῶν τέκνων τοῦ Ἀμιραλμουμνιν νομίσματα α 𐅵 η ψωμίων ἀρτάβαιψωμίων ἀρτάβαι η νόμισμα α ὀσπρέου ἀρτάβαιὀσπρίων ἀρτάβαι α γ νομίσματος η ἐλαίου ξέσταιτιμῆς ἐλαίου ξεστῶν η νομίσματος γ ὄξους ξέσταιξεστῶν η νομίσματος ιβμβ ἁλυκῆς κόλλάθα βτιμῆς ἁλυκῆς κολλάθου 𐅷 νομίσματος ιβμβ ἀπαργυρισμοῦ γάλακτος βουτύρουγάλακτος καί βουτύρου νομίσματος ϛ τιμῆς δερμάτων τραγείων μμ λόγῳ κοσππωνιμ Ἀβδελλα υἱοῦ Ἀβδελμελεχ νομίσματα α 𐅵 δ τιμῆς φοινικοδοκίων σχιστῶν λβ λόγῳ αὐλῆς τοῦ Ἀμιραλμουμνιν παρὰ ποταμόν νομίσματα η μισθοῦ ναύτων α κούρσου Ἀφρικῆς τοῦ προκόπτοντοςεροκπ νομίσματα ιβ γ ιβ γίνεται νομίσματα λδ 𐅵 γ η καὶ εἴ τι λοιπάζονται ἐκ τῶν δαπανημάτων τοῦ κούρσου ἰνδικτίονος η πέμψον ἐν ἀπαργυρισμῷ πρὸς τὴν διατίμησιν τῶν ἐνταγίων. Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῃ κώμης Ἀφροδιτὼ Φαῶφι κα ἰνδικτίονος η ἠνέχθη διὰSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.