no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19804.
Each record below describes this same ancient text from a different angle.
Ἀφροδιτώ περὶ εἰδῶν καὶ δαπάνης τοῦ Κλύσματος ἰνδικτίονος η إلى صحب إشقوه فى تعجيل متاع القلزم ἐν ὀνόματι τοῦ Θεοῦ Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. ἦμεν διαστείλαντες διὰ τῆς διοικήσεώς σου διάφορα εἴδη λόγῳ φιλοκαλίαςφιλοκαλείας καὶ ἐξαρτίας πλοίων τοῦ Κλύσματος ἔτι μὴν καὶ δαπάνην ναυτῶν πλοίων ὄντων ἐν τῷ αὐτῷ Κλύσματι ἀποστείλαντες πρὸς σὲ καὶ τὰ τούτων ἐντάγια πρὸ ἡμερῶν πολλῶν γράψαντες ταῦτα διὰ συντομίας ἐκπέμψαι πρὸ τοῦ γένηται ἀπόβασις τῶν ὑδάτων τοῦ Τραιανοῦ καὶ μέχρι τῆς δεῦρο οὐκ ἔπεμψας τί ποτε ἐκ τούτων ἄξιον λόγου. δεχόμενος οὖν τὰ παρόντα γράμματα εὐθέως καὶ κατʼ αὐτὴν τὴν ὥραν πέμψον εἴ τί ἐστι διὰ τῆς διοικήσεώς σου ἐξ αὐτῶν μὴ ὑστερῶν τι τὸ σύνολον μήτε μὴν δεόμενος ἑτέρων ἡμῶν γραμμάτων περὶ τούτου ἐὰν μέντοι συνιεῖς καὶ ἔχεις φρένας. ἐσῇ γὰρ ἐπιστάμενος ὡς ἐὰν ὑστερήσῃς τὸ ὁτιοῦν ἔκ τε τῶν αὐτῶν εἰδῶν καὶ δαπανῶν καὶ γένηται ἀπόβασις τῶν ὑδάτων μέλλεις ταῦτα διὰ στράτας βαστάξαι ἕως τοῦ αὐτοῦ Κλύσματος παρέχων τὸ φόρετρον αὐτῶν ἐξ ἰδικῆς σου ὑποστάσεως. ἐγράφη μηνὸς Τῦβι η ἰνδικτίονος η. seal Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθηἠνήχθη διὰ Σαειδ περὶ ἐκπέμψαι τὰς διανομὰς τοῦ Κλύσματος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.