no image
DDbDP-text
Apollonios an Metrodor via HGV-meta
Linked by Trismegistos ID
TM 3193.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Μητροδώρωι χαίρειν. καὶ πρότερόν σοι τυγχάνω γεγραφὼς περὶ τῶν διαβαινόντων εἰς Μέμφιν ζυτοποιῶν κατὰ τὸ εἰωθός, ὅτι κωλύονται Νικηράτου συντάξαντος χρησι καὶ διὰ ταύτην τὴν αἰτίαν προσοφειλήσαντα τὸν ζυτοποιὸν ἀναχωρῆσαι ἔτι ἐν τῶι Χοιάχ, ὁμοίως δὲ καὶ στὼ ἡ ἐκλαβοῦσαἐγλαβοῦσα τὴν ὠνὴν ἐπὶ τῆς πράσεως περὶ δὲ τούτων μηθέν μοι προσφωνηθέντων καλῶς ἔχειν ὑπέλαβον πάλιν ἀναμνῆσαί σε, ἵνα μὴ καὶ ἐν τῶι ι ἔτει διαφορὰ γίνεται. εἰ δʼ ἄλλως δέδοκται, καθότι καὶ ἐν ἀρχῆι ἠξίωσα, ἐάν σοι φαίνηται, καλῶς ποιήσεις συντάξας τῶι Νικηράτωι προσαναλαβεῖν τὴν ὠνήν. ἔρρωσο. ἔτους ι Τῦβι θ. ΜητροδώρωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.