no image
DDbDP-text
Letter from Philonichos to Eukles via HGV-meta
Linked by Trismegistos ID
TM 993.
Each record below describes this same ancient text from a different angle.
Φιλώνιχος Εὐκλεῖ χαίρειν. κομισάμενος τὴν παρὰ σοῦ ἐπιστολὴν μετεπεμψάμην Νέωνα τὸν ἐπιστάτην τῶν ἐν Βακχιάδι ἱππέων καί τινας τῶν ἱππέων καὶ Ἀρίστωνα περὶ οὗ ἔγραψάς μοι ἐπισκέψασθαι περὶ τοῦ ἱερείου ρει, καὶ ἐπερωτηθεὶςἐπηρωτηθεὶς παρόντων τῶν προ γεγραμμένων ἔφατο μὴ ὑφῃρῆσθαιὑφειρῆσθαι τὸ ἱερεῖον, τεθυκέναι δὲ ἴδιον σιτευτόν, καὶ τὰ κρέα ἐνεδείκνυεν· τὸν δὲ ὑοφορβὸν ἔφατο παραγενέσθαι τῆι νηστείαι τῆς Δήμητρος καὶ αἰτεῖν αὐτὸν ἔρευναν τῆς οἰκίας, τὸν δὲ εἰπεῖν ἐπισχεῖν ἕως τοῦ τὰ γύναια μεταστῆσαι, ἀκούσαντα δὲ παρὰ τοῦ Ἀρίστωνος τὸν ὑοφορβὸν ἀπελθεῖν καταλιπόντα. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους γ, Φαῶφι ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.