no image
DDbDP-text
Letter from Artemidoros to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 954.
Each record below describes this same ancient text from a different angle.
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ ἐγώ. ἔγραψεν Κλειτόριος ὅτι Πετῶς ὁ ὑοφορβὸς ἀνακεχώρηκεν καταλιπὼν ἱερεῖα ζ καὶ δελφάκια εἶχεν δʼ ἡμῖν υ ἱερεῖα ἔμφορα τέλεια, καὶ δελφάκια προσώφειλεν εἰς τὸντὸμ φόρον σια. καλῶς ἂν οὖν ποιήσαις σπουδάσας ἵνα ἀναζητηθῆιἀναζητῆι ὁ ἄνθρωπος ποῦ ἀνακεχώρηκεν, ἵνα μὴ διαπέσηι ἡμῖν τοσαῦτα ἱερεῖα, καὶ τοὺς ἐγγύους δὲ οἵτινες ἠγγύηνται αὐτόν, ἵνα ἢ συλληφθέντεςσυλληφθωσινες ἀπαχθῶσιν ἢ διεγγυηθῶσιν ἕως ἂν γένηται ἡμῖν τὰ δίκαια. κεκομίσμεθα δὲ καὶ τὸ ὑικὸν ἱερεῖον ὃ ἀπέστειλας ἡμῖν. ἔρρωσο. ἔτους λϛ, Λωίου ε. ἔτους λϛ, Θῶυθ ιε. Ἀρτεμίδωρος. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.