no image
DDbDP-text
Contrat de location pour une partie de maison via HGV-meta
Linked by Trismegistos ID
TM 23602.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Δίδυμος οὐετρανὸς ἐκ πατρὸς Ἰσχυρίωνος γενομένου οὐετρανοῦ γεουχῶν ἐν κώμῃ Φεβείχι ια πάγου τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Παύλῳ οὐετρανῷ ἐκ πατρὸς Κλήμεντος γεουχοῦντι ἐπὶ τῆς αὐτῆς κώμης Φεβείχεως χαίρειν. μεμίσθωκά σοι ἀπὸ τῶν ὑπαρχόντων μοι ἐπὶ τῆς αὐτῆς Φεβείχεως ἐν τοῖς ἐξ ἀπηλιώτου μέρεσι τῆς κώμης ἀπὸ οἰκίας τριστέγου σὺν προνησίῳ κοινῆς οὔσης πρὸς κληρονόμους Πετέχωντος γενομένου βουλευτοῦ τῆς Ναυκρατι τῶν πόλεως καὶ κληρονόμους Ἀνθεστίου γενομένου στρατιώτου τὸ ἐπʼ ἐμὲ ? φθάνον τέταρτον μέρος ἐπὶ χρόνον ἔτη δύο, ἀπὸ τοῦ ὄντος μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος δεκάτου καὶ ὀγδόου ἔτους, ἐνοικίου τοῦ ἑσταμένου καὶ συνπεφωνημένου πρὸς ἀλλή λους ἕκαστον ἐνιαυτὸν ἀργυρίου δραχμῶν χιλίωνχειλίων διακο σίων , τοῦ ἐνοικίου ἀποδιδομένου κατʼ ἔτος ἀκοιλάντως καὶ ἀνυπερθέτως. τὴν δὲ μίσθωσιν ταύτην δισσὴν γραφεῖσαν πτυγεῖσαν ἐπὶ ὑπογραφῆς ἡμῶν ἕκαστος ἔχετω μοναχοῦ πρὸς ἀσφάλειανἀσφάλιαν, ἥτις κυρία καὶ ἐν μεινάτω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Καικινίου Σαβείνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Μεσορὴ ιε. Αὐρήλιος Δίδυμος οὐετρανὸς ἐκ πατρὸς Ἰσχυρίωνος μεμίσθωκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.