no image
DDbDP-text
Veuve d’un clérouque lésée par son stathmouque via HGV-meta
Linked by Trismegistos ID
TM 3290.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀσία. ἀδικοῦμαι ὑπὸ Ποώριος τοῦ σταθμούχου. τοῦ γὰρ ἀνδρός μου Μαχάτου σταθμοδοτηθέντοςσταθμοδοθέντος ἐν κώμηι Πηλουσίωι καὶ διελομένου αὐτοῦ πρὸς τὸν Ποῶριν καὶ ἀνοικοδο μήσαντος ἐν τῶι αὑτοῦ τόπωι ἱερὸν Συρίας θεοῦ καὶ Ἀφροδίτης Βερενίκης, ὑπάρχοντος δὲ τοίχου τινὸς ἡμιτελέστου ἀνὰ μέσον τοῦ τε Ποώριος καὶ τοῦ τοῦ ἀνδρός μου, ἐμοῦ δὲ βουλομένης ἐπισυντελέσαι τὸν τοῖχον ἵνα μὴ ὑπερβατὸν ἦι εἰς τὰ ἡμέτερα, Ποῶρις κεκώλυκεν οἰκοδομεῖν, οὐθὲν προσήκοντος αὐτῶι τοῦ τοίχου, ἀλλὰ καταφρονῶν ὅτι ὁ ἀνήρ μου τετελεύτηκεν. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μενάνδρωι τῶι ἐπιστάτηι, ἐὰν φαίνηται ὢν ὁ τοῖχος ἡμέτερος, μὴ ἐπι τρέπειν τῶι Ποώρει κωλύειν ἡμᾶς οἰκοδομεῖν, ἵνα ἐπὶ σὲ καταφυγοῦσα, βασιλεῦ, τοῦ δικαίου τύχω. εὐτύχει. Μενάνδρωι. μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Ἀσία πρὸς Ποῶριν περὶ καθαιρέσεως τοίχου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.