no image
DDbDP-text
Mutilation de porcs via HGV-meta
Linked by Trismegistos ID
TM 3345.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Πτολεμαῖος, Μακεδὼν τ ἀδικοῦμαι ὑπὸ Ὥρου ἰσιονόμου καὶ Θοτορταίου καὶ Παθει καὶ Παλουτ κατοικούντων ν Ἀρσι νοίτου νομοῦ. τηρήσαντές με τῆι γ τοῦ εμι ὅρκον ευαςοτει νεμομην συνδιώξαντες αεχο πικοῖς δι ἐνευροκόπησαν ταῦτα των παραπορευομένοις τισὶν εἰς τὰ Ὀξόρυγχα ἔδωκαν κόψαι τημνιν ἐν τῶι πεδίωι· ὕστερον δὲ αὐτὴν εὕρομεν ὑπὸ τῶν κυνῶν καὶ τῶν κοράκων διαβεβρωμένην, ἣν καὶ τοῖς φυλακίταις καὶ ἄλλοις πλέοσιν ἐπεδείξαμεν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μοσχίωνι τῶι ἐν Ὀξορύγχοις ἐπιστάτηι ἀποστεῖ λαι τοὺς ἐγκεκλημένους ὑπό μου πρὸς αὐτόν, ἵνα ἐπισκέψηται περὶ τούτων καί, ἐὰν ἦι τὰ διὰ τῆς ἐντεύξεως ἀληθῆ, πραχθῆναι αὐτοὺς παραχρῆμα καὶ ἀποδοῦναί μοι τὴν προδεδηλωμένην τιμὴν. τούτου γὰρ γενομένου, βασιλεῦ, ἐπὶ σὲ καταφυγών, τὸν κοινὸν εὐεργέτην καὶ βοηθόν, τεύξομαι τῆς παρὰ σου βοηθείας. εὐτύχει. Μοσχίωνι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ κοινοδικίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Πτολεμαῖος πρὸς ωρον ἰσιο νόμον καὶ τοὺς περὶ ἱερείων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.