no image
DDbDP-text
Violences et vol via HGV-meta
Linked by Trismegistos ID
TM 3358.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Θαμοῦνις, Ἡρακλεοπολῖτις. ἀδικοῦμαι ὑπὸ Θοθορτάιτος, τῆς κατοικούσης ἐν Ὀξο ρύγχοις τοῦ Ἀρσινοίτου νομοῦ. τοῦ γὰρ α ἔτους, Ἁθύρ, ἐπιξενωθείσης μου εἰς Ὀξόρυγχα καὶ πορευθείσης εἰς τὸ βαλανεῖον, ἡ ἐγκαλουμένη, ἐπιπαραγενομένη καὶ καταλαβοῦσά με λουομένην ἐν πυέλωι ἐν τῶι γυναικείωι θόλωι, ἐξέβαλλέν με ἐκ τῆς πυέλου· ἐμοῦ δὲ οὐκ ἐκχωρούσης, καταγνοῦσά μου ὅτι ξένη εἰμί, πληγάς μοι ἐνέβαλεν καὶ πλείους εἰς ὃ τύχοι μέρος τοῦ σώματός μου, τό τε περιτραχηλίδιον ἐκ καθορμίων λιθίνων ἀφείλετό μου· μετὰ δὲ ταῦτα καταβοησάσης μου Πετοσίρει τῶι κω μάρχηι περὶ τούτων, ἀνακληθεῖσα ἡ Θοθορτάις καὶ προσφωνήσασα αὐτῶι ὁπότʼ ἠβούλετο, συμποιήσας αὐτῆι ὁ κωμάρχης προσαπήγαγέν με εἰς τὴν φυλακὴν καὶ συνέσχεν ἐφʼ ἡμέρας δ ἕως τοῦ ἐγδῦσαί με ὃ περιεβεβλήμην ἱμάτιον, ἄξιον δραχμῶν λ, ὃ καὶ ἔχει ἡ ἐγκαλουμένη, καὶ οὕτως διείθην. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μοσχίωνι τῶι ἐπιστάτηι ἀποστεῖλαι Θοθορτάιν ἐπʼ αὐτὸν καί, ταῦτα ἀληθῆ, ἐπαναγκάσαι αὐτὴν τό τε ἱμάτιόν μοι ἀπο δοῦναι ἢ τὴν τιμὴν τὰς λ δραχμὰς, περὶ δὲ ὧν συντετέλεσται εἴς με Διοφάνην διαγνῶναι, ἵνα διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου. εὐτύχει. Μοσχίωνι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τῶν λαοκριτῶν διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτουςἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Θαμοῦνις πρὸς ΘοθορτάινΘοτορτάιον περὶ ἱματίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.