no image
DDbDP-text
Restitution de vêtements via HGV-meta
Linked by Trismegistos ID
TM 3313.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἡρακλείδης, χειριστὴς τῆς ἐν τῆι Πολέμωνος μερίδι τραπέζης. ἀδικοῦμαι ὑπὸ Ἀθηνογένους, τῶν ἐνἐγ Καμίνοις ὀνηλατῶν. μισθωσαμένου γάρ μου παρʼ αὐτοῦ ὄνους ογ πρὸς τὴν παρακομιδὴν τῶν βασιλικῶν χρημάτων, καὶ δόντος αὐτῶι χειρώμακτρον ἐν ὧι χιτὼν καὶ ἱμάτιον αν ἐνεχυρασ μένα τῶν ἐθνῶν τὰς καθηκούσας τὰς ἀναφοράς· Ἀθηνογένης δὲ ἐπα οὐκ ἀπέδωκεν ἡμῖν ωρται δ ἐὰν ἐνδειχθῇ εἰληφὼς παρʼ ἐμοῦ ἀπὸ τ τι ἐπιστολὴν ἡμῖν προε περὶ αὐτῶν τούτων. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡφαιστίωνι τῶι ἐνἐγ Καμίνοις ἐπιστάτηι, ἀνακαλεσάμενον Ἀθηνογένην ἐπισκέψασθαι περὶ τούτων καί, ἐὰν ἐνδειξώμεθα δεδωκότεςδεδοκότες αὐτῶι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα ἐν τῶι χειρωμάκτρωι, ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναι ἡμῖν τὴν ἐπιστολὴν ἡμῖν προεῖται. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα καὶ εὐεργέτην, τοῦ δικαίου τεύξομαι. εὐτύχει. ἩφαιστίωνιἩφαιστίων. μάλιστα διάλυσον· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Ἡρακλείδης χειριστὴς πρὸς Ἀθηνογένην περὶ ἱματίων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.