no image
DDbDP-text
Paiement d’une coupe de fourrage via HGV-meta
Linked by Trismegistos ID
TM 3311.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἡρακλείδης, Λαρισαῖος τῆς γ ἱππαρχίας ἑκατοντάρουρος. ἀδικοῦμαι ὑπὸ Ἀριστομάχου. ὀφείλων γάρ μοι χόρτου ἀρούρας τ τιμη χαλκοῦ δραχμαὶ ε, καὶ ἔτι καὶ νῦν ἀπαιτούμενος ὑπό μου τὴν τιμὴν οὐκ ἀποδίδωσιν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡρακλείδηι ἐπιστάτηι κώμης Μέμφεως ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, πραχθῆναι αὐτὸν τὰς ε δραχμὰς, τὴν τιμὴν τοῦ χόρτου, καὶ ἀποδοθῆναί μοι, ἵνα τοῦ δικαίου τύχω διὰ σέ, βασιλεῦ. vsc εὐτύχει. Ἡρακλείδει. φρόντισον ὅπως τῶν δικαίων τύχηι. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Ἡρακλείδης ἑκατοντάρουρος πρὸς Ἀριστόμαχον περὶ τιμῆς χόρτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.