no image
DDbDP-text
Part privilégiée dans la succession d’un grand - père via HGV-meta
Linked by Trismegistos ID
TM 3295.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν ις Ὥρου, γεωργὸς βασιλικός, ἐκ τῆς Ἀλεξάνδρου νήσου. ἀδικοῦμαι ὑπὸ καὶ καὶ Σοβχανώπιος, τῶν τούτου ἀδελφῶν οἳ καί εἰσιν νεώτεροι ἀδελφοὶ τοῦ πατρός μου ος Ὥρου τελευτήσαντος ἰσχύων καταλιμπάνει οἰκίαν καὶ φοινικῶνα καὶ ἀφʼ ὧν καθήκει τῶι πατρί μου Ὥρωι τὰ δύο μέρη, διὰ τὸ πρεσβύτερον αὐτῶν υἱὸν εἶναι υ ντος τῶν ὄντων, νυνὶ δὲ ἐκβάλλομαι ὑπὸ τῶν προγεγραμμένων καὶ ου Ὥρου, τῆι βίαι χρώμενοι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, συντάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι τῶι ἐκεῖ ἐπιστάτηι ἀποστεῖλαι αὐτοὺς ἐπὶ Διοφάνην καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, ἐπαναγκάσαι αὐτοὺς ἀποδοῦναί μοι τὸ μέρος τὸ καθῆκονκαθηκος τῶι πατρί μου, ἵνα διὰ σέ, βασιλεῦ, τὸν πάντων κοι νον σωτῆρα, τοῦ δικαίου τύχω. εὐτύχει. . μάλιστα μὲν διάλυσον αὐτοὺς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.