no image
DDbDP-text
Billet fictif via HGV-meta
Linked by Trismegistos ID
TM 3325.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Πᾶσις Ἁρεῦτος, ἰβιοβοσκός. ἀδικοῦμαι ὑπὸ Ὥρου τοῦ Ὥρου, τῶν ἐκ Φιλωτερίδος, τῆς Ἡρακλείδου μερίδος. φάσκων γάρ με συγγεγράφθαι τῆι θυγατρὶ αὐτοῦ Τζεναμοῦνι συγγραφὴν αἰγυπτίαν δραχμῶν υκ, οὐ συνγεγραμμένου μου. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Νεφερῶτι τῶι ἀρχιφυλα κίτηι τῆς κώμης ἀποστεῖλαιἀποστῖλαι Ὧρον ἐπὶ Διοφάνην κριθησόμενόν μοι καί, ἂν φαίνωμαι μὴ συγγεγραμμένος τὴν συγγραφὴν ἀποδοῦναί μοι· περὶ δὲ ὧν συντετέλεσται, τυχεῖν αὐτὸν τῆς προσηκούσης τιμωρίας· ἂν δὲ ἀρνῆται, ὑπογραφὴν ποιήσασθαι ἐπὶ Διοφάνους, ἵνα, διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου. εὐτύχει. Σωσιβίωι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τῶν λαοκριτῶν διακριθῶσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Πᾶσις ἰβιοβοσκὸς πρὸς Ὧρον περὶ ὧν ἀδικεῖται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.