no image
DDbDP-text
Intimidation de témoins via HGV-meta
Linked by Trismegistos ID
TM 3386.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Τετοσῖρις. κρίσις μοι ἐνεν ἐπὶ δι πρὸς Ἀπολλόδωρον περὶ οἰκίας τῆς οὔσης ἐνἐμ Βερενικίδι τῆι Θεσμοφόρου· χρείανχρέαν ἔχουσα μαρτυριῶν εἰς τὴν κρίσιν, ἔλαβον παρὰ τοῦ εἰσαγωγέως ἐπιστολὴν πρὸς Ἡρακλεόδωρον τὸν ἐπιστάτην, οὓς ἂν αὐτῶι προσαγάγω μάρ τυρας ἐνομόσασθαί μοι τὰς μαρτυρίας· Ἀπολλόδωρος ἐπισύστασιν ποιησάμενος πλέονος ποιῶνποῶν τοὺς μάρτυράς μου ἀνεσόβησεν πάντας, λέγων ἀποτυμπανιεῖνἀποτυπανιεῖν αὐτοὺς καὶ ἐμὲ καὶ ἐγβαλεῖν ἐκ τῆς κώμης· ἔτι δὲ καὶ Βιουαν τινα ἑκατοντάρουρον μέλλοντά μοι μαρτυρῆσαι ἐλοιδόρησεν πολλὰ καὶ ἔφη καὶ τοῦτον ἀποτυμπανιεῖνἀποτυπανιεῖν, διʼ ἣν αἰτίαν οὐκ ἐ μαρτύρησέ μοι· παρὰ τὸ δὲ εἶναι τοὺς μέλλοντάς μοι μαρτυρεῖν Αἰγυπτίους, εὐλαβηθέντες ἀνεχώρησαν ὥστε μὴ μαρτυρῆσαι. ἀξιῶ οὖν σὲ, βασιλεῦ, δεομένη, ἵνα μὴ παρὰ ταύτην τὴν αἰτίαν ὑστερήσω τοῦ δικαίου καὶ ἀπολ προστάξαι Διοφάνει τῶι στρα τηγῶι γράψαι Ἡρακλεοδώρωι οὓς ἂν αὐτῶι μους τοὺς ᾠκοδομηκόταςὠικοδομηκότας τὴν οἰκίαν ταύτην πλινθοφόρους καὶ τέκτονας ἀποστεῖλαι ἐπὶ Διοφάνην ὅπως ἐνομος ἵνα, τούτου γενομένου, ἐπὶ σὲ κατα φυγοῦσα, βασιλεῦ, τὸν πάντων κοινὸν εὐεργέτην, τύχω τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει. Ευυριοις διὰ το παις ἔτους α, Γορπιαίου , Τῦβι α ΤετοσῖριςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.