no image
DDbDP-text
Plainte pour violences via HGV-meta
Linked by Trismegistos ID
TM 3349.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν. Ἀντιγένους, Πέρσης τῆς ἐπιγονῆς κατοικῶν ἐν Βερενικίδι τῆι πρὸς τῶι Θεσμοφόρωι, τῆς Πολέμωνος μερίδος. ἀδικοῦμαι ὑπὸ Πειθίου κατοικοῦντοςκατοικων τὴν αὐτὴν κώμην. τοῦ γὰρ ἔτους, Τῦβι ια, ἑστῶτός μου πρὸς τῶι πυλῶνι οἰκίας ἥ ἐστιν ἐν τῆι προδεδηλω μένηι κώμηι υ τοῦ προγεγραμμένου λοιδορίας Πειθίας ὁ προγεγραμμένος προσελθὼν οὐ τῆι δεξιᾶι αὑτοῦ χειρὶ εἰς τὴν ἀριστεράν μου ἔβαλέν με εἰς ὃ ἂν τύχοι μου μέρος τοῦ σώματος συντετελεσμένοις ὑπʼ αὑτοῦ, Πειθίας προσ με τῶι δεξιῶι αὑτοῦ σκέλει εἰς τὸ παρόντων τινῶν οὓς καὶ ἐπεμαρτυράμην. ταῦτα δὲ ἔπραξεν ὑβρίζων καὶ ἄρχων εἴς με χειρῶν ἀδίκων· διὸ τι μῶμαι τὴν ὕβριν δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστά τηι ἀποστεῖλαι τὸν Πειθίαν ἐφʼ αὑτὸν ὅπως, ἐπειδὴ οὐκ ἰσχύω δίκην αὐτῶι λέγειν, ἐὰν ἐνδείξωμαι τὰ διὰ τῆς ἐντεύξεως ὄντα ἀληθῆ, γράψας τῶι ξενικῶι πράκτορι πρᾶξαι Πειθίαν τὸ τίμημα τῆς ὕβρεως καὶ ἀποδοῦναί μοι. τούτου δὲ γενομένου, τεύξομαι, βασιλεῦ, τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει. Πυθιάδει. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως κατὰ τοὺς νόμους τὸ δίκαιον λάβωσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.