no image
DDbDP-text
Restitution d’argent via HGV-meta
Linked by Trismegistos ID
TM 3318.
Each record below describes this same ancient text from a different angle.
οὐθενα λόγον ποιεῖται, ἀλλʼ ὑπερεώρακέν με αο ὄντα ἐπὶ γήρως δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μενάνδρωι τῶι ἐπιστάτηι ἀνακαλέσασθαι Σιμίαν καὶ Κρούψ, διʼ ὧν ἔλαβεν τὰς σ δραχμὰς καὶ ἀποσταλῆναι τὰ ἀπομαρτυρηθέντα Διοφάνει καὶ αὐτὸν Διογένην μετὰ τῶν ἐνγράπτων, ἵνα πράξας Διοφάνης αὐτόν, ἐὰν ἦι ταῦτα ἀληθῆ, ἀποδῶι μοι καὶ ἔχω εἰς τὸ γῆρας τὰ ἀναγκαῖα, ἵνα ὦ, βασιλεῦ, διὰ σοῦσε τοῦ δικαίου καὶ ἐλεοῦ τετευχὼς εἰς τὸ λοι πὸν τοῦ βίου. εὐτύχει. Μενάνδρωι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον Διογένην ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.