no image
DDbDP-text
Empiétement sur un terrain via HGV-meta
Linked by Trismegistos ID
TM 3344.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἡδίστη Νικάνορος, Μακέτα. ἀδικοῦμαι ὑπὸ Δημητρίου τινός, ἰατροῦ, τῶν ἐκ Καρανίδος. ὑπάρχοντος γάρ μοι μέρος τι ψιλοῦ τόπουτούπου ἀπὸ βορρᾶ τῶν ὑπαρχόντων μοι ᾠκοδομημένωνὀικοδομημένων κατʼ ὠνὴν ἐν τῆι προδεδηλωμένηι κώμηι, ὁ προγεγραμμένος, ἐπιπορευόμενος ἐπὶ τὸν τόπον, βιάζεταί με πλίνθον προσάγων καὶ θεμέλιον σκάπτων ὥστε οἰκοδομεῖν. δέομαι οὖν σοῦ, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Λυσιμάχωι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην ὅπως, ἐπισκεψαμένου αὐτοῦ, μὴ ἐπιτρέπῃ προσπορεύεσθαι τῶν μὴ καθηκόντων αὐτῶι, ἕως δὲ τοῦ δικαιολογηθῆναι, μὴ ἐπιτρέπειν μηθενὶ οἰκοδομεῖνοἰδομεῖν. τούτου γὰρ γενομένου, ἐπὶ σὲ καταφυγοῦ σα, βασιλεῦ, τεύξομαι τῆς πάσης βοηθείας. εὐτύχει. Λυσιμάχωι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον πρὸς ἡμᾶς ὅπως ἐπὶ τοῦ καθήκοντος δικαστηρίου διακριθῶσιν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Ἡδίστη Νικάνορος Μακέτα πρὸς Δημήτριον περὶ τόπου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.