no image
DDbDP-text
Partage d’un terrain via HGV-meta
Linked by Trismegistos ID
TM 3341.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Μάρων Εὔκτου, Ἀργεῖος τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Θεοδοσίου τοῦ Ξανθοῦ, Λυκίου τῆς ἐπι γονῆς. τοῦ γὰρ υἱοῦ μου Εὔκτου μισθωσαμένου μετʼμεθʼ αὐτοῦ κοινῆι τόπον ψιλὸν ἐν Αὐτοδίκηι εἰς τὰ ϙθ ἔτη παρʼ Ἀρτέμωνος καὶ ἀπογενομένου πρὶν ἢ διελέσθαι τὸν κοινὸν τόπον, ἐπιβὰς ὁ Θεοδόσιος ᾠκοδόμησενὠικοδόμησεν ἑαυτῶι τοίχους οἰκήσεως, ἐγλεξάμενος τὸν βέλτιστον τόπον καὶ ἐξώτατον· μετὰ δὲ ταῦτα, διαιρέσεως γενομένης καὶ συγγρα φῆς τεθείσης διῃρῆσθαιδιειρῆσθαι ἴσως καὶ ὁμοίως, οὐ διῄρηταίδιείρηταί μοι δικαίως, ἀλλὰ παραλελόγισταί με καὶ τόπον τινάτνά μοι ἀχρεῖον καὶ στενὸν ἐπὶ μῆκος δέδωκεν, αὐτὸς δὲ ἐν τετραγωνισμῶι τὰ αὑτοῦ ἔχει. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἐπελθόντα ἐπὶ τὸν τόπον διελεῖν μοι ἴσως καὶ ὁμοίως, καὶ τὴν θύραν ἣν ᾠκοδόμηκενὠικοδόμηκεν ἐν τῶι ἐμῶι μέρει, ἡμιτέλεστον ἐπαναγκάσαι αὐτὸν εἰς τὸ αὑτοῦ μέρος ἀποστρέψαι, ἐπιβεβηκότα τέ μοι πήχεις ἑβδομήκοντα κατʼ ἐμβαδὸν δοθῆναί μοι ἀντʼ αὐτῶν εἴσοδον καὶ ἔξοδον ἕως ἐπὶ τὴν κοινὴν ἡμῶν ὁδόν, διὰ τὸ ἐσώτε ρὸν με ἀπερρίφθαι. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, ἔσομαι τοῦ δικαίου τετευχώς. εὐτύχει. Πυθιάδει. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή ἀπόστειλον πρὸς ἡμᾶς ἐκ τῆς ι τοῦ Χοίαχ ὅπως ἐπὶ τοῦ καθήκοντος δικαστηρίου διακριθῶσιν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Μάρων Εὔκτου πρὸς Θεοδόσιον περὶ εἰσόδου καὶ ἐξόδου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.