no image
DDbDP-text
Jouissance d’une maison via HGV-meta
Linked by Trismegistos ID
TM 3286.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀπολλώνιος Λεπτίνου, τῶν κατοικούντωνκατοικουτων ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. ἀδικοῦμαι ὑπὸ Θαισίθιος τῆς ἀδελφῆς τοῦ πατρός μου. ὑπαρχούσης γάρ μοι πατρικῆς οἰκίας ἐν Φαρβαίθοις τῆς Ἡρακλείδου μερίδος καὶ οἰκούσης Θαισίθιος ἐν τῆι προγεγραμμένηι οἰκίαι, τοῦ δὲ πατρός μου τελευτήσαντος ἐν τῶι κγ ἔτει, καὶ ἐμοῦ χρείαν σχόντος τῆς οἰκίας ὅπως ἀποδόμενος θάψω τὸν πατέρα μου, καὶ παραγγείλαντός μου τῆι Θαισίθει ἐκχωρεῖν ἐκ τῆς οἰκίας, οὐ προσέσχεν, καταφρονοῦσα ἐπὶ τῶι ὀρφανόνὀρφανόμ με εἶναι. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μνασέαι τῶι ἐνἐμ Φαρβαίθοις ἐπιστάτηιἐπιτάτηι ἀποστεῖλαι ἐπʼ αὐτὸναὐτο τὴν Θαισῖθιν καὶ, ἐὰν ἦι ἃ γράφω ἀληθῆ οἰκίας αὐτὴν ἐπαναγκάσαι ἐκχωρεῖν, ἐπειδὴ πεφερνισμένη ὑπὸ τοῦ πατρός μου οὐχ ὑπομε κα πραχθῆναί μοι αὐτὴν τὸ ἐνοίκιον ἀπὸ τοῦ κγ ἔτους, ἀφʼ οὗ χρόνου ὁ πατήρ μου ἀπεγένετο, ἕκαστον δραχμὰς ε, ὃ γίνεται ου τούτου γὰρ γενομένου διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα, τοῦ δικαίου τεύξομαι. εὐτύχει. Μνασέαι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Ἀπολλώνιος Λεπτίνου πρὸς Θαισῖθιν περὶ οἰκίας καὶ ἐνοικίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.