no image
DDbDP-text
Contrat d’emprunt via HGV-meta
Linked by Trismegistos ID
TM 18920.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Κόλλουθος Λιλοῦτος, ἐκ μητρὸς Μαρίας, λαχανοπώλης, ὁρμώμενος ἀπὸ τῆς λαμπρᾶς καὶ μεγάλης Ἑρμουπόλεως, Αὐρηλίῳ Κολλούθῳ υἱῷ Γεωργίου, χοιρομαγείρῳ, ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως, χαίρειν. ἔχω καὶ ὀφείλω σοι, καθαρῶς καὶ ἀποκρότως, χρυσοῦ κεράτια ἐννέα ἥμισυ· γίνεται χρυσοῦ κεράτια θ 𐅵 ζυγῷ δημοσίῳ Ἀντινόου, καὶ ταῦτα ἑτοίμως ἔχω ἐγώ τε καὶ παντοῖοι μου κληρονόμοι παρασχεῖν σοι τε καὶ τοῖς σοῖς παντοίοις διαδόχοις ἐκ τοῦ καθολικοῦκαθολιγοῦ ἡμερίου ἀπολογουμένου μοι μισθοῦ. πάρειμι νῦν πραγματευόμενος καὶ λαχανοπροβάλλων ἐν ταύτῃ τῇ πόλει Ἀντινόου, ἕως οὗ πληρώσω σε τῶν αὐτῶν κερατίων θ 𐅵· καὶ εἰ ἀποσταίην τῆς πόλεως τῆσδε πρὶν ἤ με ἀπολογήσασθαί σοι αὐτά, παρέξω σοι δίχα κρίσεως καὶ δίκης χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἓξ τῷ αὐτῷ ζυγῷ, κινδύνῳ πάσης μου εὐπορίας, διὰ τοῦ προσφέροντός μοι τοῦτο τὸ ἀσφαλές. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο αὐτὸ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος· στοιχεῖ μοι ὡς πρόκειται. Φαῶφι πέμπτῃ τρίτης ἰνδικτίονος σημεῖασημῖα Κολλούθου λαχανοπώλου ἀπὸ Ἑρμοῦ πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.