no image
DDbDP-text
Further loan of grain from Phoibammon, Triadelphos’ son, on security of farm let to him via HGV-meta
Linked by Trismegistos ID
TM 21420.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Ὀλυβρίου τοῦ ἐνδοξοτάτου, Ἐπεὶφ κε, ἕκτης ἰνδικτίονος, Φλαούιος Σαμουήλις Κολλούθου μητρὸς Κύρας, στρατιώτης ἀριθμοῦ τοῦ Πτολεμαίδου νομοῦ ἀπὸ κώμης Τανυαίθεως νομοῦ Ἀπόλλωνος Πόλεως Μικρᾶς, Αὐρηλίῳ Φοιβάμμωνι Τριαδέλφου ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. βεβαίων ὄντων τῶν ὅλων προτέρων χειρογράφων χρείας τεθέντων παρʼ ἐμοῦ καὶ τῶν ἐμῶν θυγατέρων πρὸς τὴν πίστιν ἑκάστου χειρο γράφου ἁπανταχοῦ ἐπιφερομένων ἐν τάξει ὑποθήκης επρ ἐπάνω τοῦ ὑπό σού μου γεωργίου, ὁμολογῶ δὲ καὶ νῦν ἐσχηκέναι καὶ μεμετρῆσθαι παρά σου εἰς ἐμὴν πάλιν ἀναγκαίαν χρείαν σίτου κεφαλαίου καθαροῦ κόκκου ἀρτάβας δέκα ὀκτώ, γίνονται σίτου ἀρτάβαι ιη· καὶ ταύτας ἔχω παρʼ ἐμοὶ ἐπάνω πάλιν τοῦ αὐτοῦ μου ὑπό σε γεωργίου καλουμένουγεωργικοῦ κλήρου περὶ ΠμουνλάκονΤμοῦν λάκκονλάκον ἐν τάξει προχρείας μετὰ τῶν ἄλλων δοθέντων μοι παρά σου χρυσίων τε καὶ γενημάτων τῶν ἐγκειμένων προτερ χαρτι καὶ ὁπόταν σου ἐξερχομένου ἀπὸ τοῦ αὐτοῦ τόπου ταύτας ἀποδώσω ὡς παρείληφα τῷ σῷ μέτρῳ· καὶ ἐμοῦ μὴ δυναμένου ἐκβαλεῖν σε ἀπὸ τοῦ αὐτοῦ τόπου πρὶν τῆς τούτων ἀποδόσεως μετὰ τῶν ἄλλων χρειων χωρὶς πάσης ἀντιλογίας καὶ ὑπερθέσεως γεγραμμένης. ἐθέμην σοι εἰς ἀσ φάλειαν ἐφʼ ὑπογράφῃ ἐμῆς· καὶ ἐπερωτηθεὶς Φλαούιος Σαμουὴλ Κολόθου στρατιώτης ὁ προκείμενος ὀφείλωὀφίλω καὶ χρεωστῶ τὰς τοῦ σιτοῦ ἀρτάβας δέκα ὀκτώ, καὶ συνφωνεῖσυνφωνῖ μοιμι πάντα ὡς προκειται. ον Ψυρου πρεσβ Φλαούιος Ἰωσηφίου μαρτυρῶ τῇ ὀφειλῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.