no image
DDbDP-text
Hiring - out of a Worker by a Tow - Maker via HGV-meta
Linked by Trismegistos ID
TM 36078.
Each record below describes this same ancient text from a different angle.
τὰ ἑορτικὰ τρεφόμενον ὑπʼ ἐμοῦ Κολλούθου καὶ μὴ δύνασθαί με τοῦτον ἀποσπᾶν πρὸ συμπληρώσεως τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ ασαι οἱᾳδήποτε ἡμέρᾳημερι δίχα κακώσεως καὶ τῆς ἁγίας κυριακῆς καὶ τῶν μεγάλων ἑορτῶν· εἰ δὲ συμβαίνειν ἀποσπᾶν αὐτὸναὐτου ἀπὸ σοῦ ἢ αὐτὸν διʼ ἑαυτοῦ ἀποστῆναι πρὸ συμπληρώσεως τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ ὁμολογῶ παρασχεῖν σοι λόγῳ προστίμου χρυσοῦ κεράτια ἐννέα μετὰ καὶ τοῦ εἴ τιετι ἂν ὀφθείην λαβὼν ἀπὸ σοῦ ἀπὸ τοῦ μισθοῦ ἀργυρίου χωρίς τινος ἀντιλογίας καὶ ὑπερθέσεως· καὶ εἰς τὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι τὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα ὑποθέμενός σοι εἰς τοῦτο πάντα τὰ νῦν ὄντα καὶ ἐσόμενά μοι πράγματα Αὐρήλιος Κολλοῦθος υἱὸς Ἀλῶτος στιππουργὸς ὁ προγεγραμμένος στοιχεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Βίκτωρ Πέτρου ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ἰωάννης Γεωργίου ἀπὸ Ἀντινόου μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ Κολλούθου τοῦ καὶ θεμένου Δωρόθεος Ἰωάννου νοτάριος ἀπὸ Ἀντινόου μαρτυρῶ τῇ παρούσῃ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Αὐρηλίου Βίκτορος συμβολαιογράφου ἐγράφη ΒικτορSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.