no image
DDbDP-text
Lieferungskauf über Gerste via HGV-meta
Linked by Trismegistos ID
TM 35095.
Each record below describes this same ancient text from a different angle.
ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείαςτελίας τιμῆς κριθῆς ἀρταβῶν ἕνδεκα , γίνονται κριθῆς ἀρτάβαι ια, ἅπερ σοι ἀποδώσω ἐν τῷ Παῦνι μηνὶ τῆς σὺν θεῷ ἐνάτης ἰνδικτίονος ἐν κριθῇ νέᾳ καθαρᾷκαθαρω κεκοσκινευμένῃκεκοσκινευμενωκεκοσκινεομενω μέτρῳ δικαίῳ Ἀθηναίῳ. εἰ δὲ ἀγνω μονήσω περὶ τὴν ἀπόδοσινἀπόδωσιν τῆς αὐτῆς κριθης ἐν τῇ αὐτῇ προθεσμίᾳ, παρέξω σοι ὑπὲρ τῆς τούτων τιμῆς χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια τόσα ἀνυπερθέτως, κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως. τὸ γραμμάτιον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ς Ἀνουφίου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Ἠλίας ου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος ὁ δεῖνα Ἀρσενίου ἀπὸ Ἑρμοῦ πό λεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος ς Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ αφSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.