no image
DDbDP-text
Kauf von Gemüsesamen und Wein mit Vorauszahlung des Kaufpreises via HGV-meta
Linked by Trismegistos ID
TM 37208.
Each record below describes this same ancient text from a different angle.
ἑβδόμης ἰνδικτίονος ἐν Ἡρακλέους πόλειπόλι ος υἱὸς ἄπα ΝείλουΝίλου μητρὸς Ἀπίας ἀπʼ ἐποικίου ωτίωνος τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Φὶβ υἱῷ Ἀλιτίου ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ καὶ πεπληρῶσθαι τὴν συμφωνηθεῖσαν πρὸς ἀλλήλους τιμὴν λαχανοσπέρμου καθαροῦ κόκκου ἀρτάβωναρταβαν τριῶν ἡμίσους μέτρῳ δικαίῳδικαιου καὶ οἴνου νέου ἐπιτηδείου διπλῶν πενταξεστιαίων διακοσίων τεσσαράκοντα γίνονται κριθῆς ἀρτάβαι γ 𐅵 καὶ οἴνου διπλᾶ σμ ἥνπερ ἐπὶ ληνοῦ ἐπάναγκες ἀποδώσω σοι μησὶν Χοιὰκ καὶ Μεσορὴ γεννήματος καὶ ῥύσεως τῆς εὐτυχοῦς ὀγδόης ἰνδικτίονος ἀνυπερθέτως· ἀλλάσω σοι ἐὰν εὕρῃς γενόμενον ὄξος ἢ ὀζάριον ἐπὶ καλοῦ οἴνου ἕως μηνὸς Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους. τὸ γραμματεῖονγραμματῖον κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.