p.cair.masp.2.67164
Αὐρήλιος Κόλλουθος Λιλοῦτος, ἐκ μητρὸς Μαρίας, λαχανοπώλης, ὁρμώμενος ἀπὸ τῆς λαμπρᾶς καὶ μεγάλης Ἑρμουπόλεως, Αὐρηλίῳ Κολλούθῳ υἱῷ Γεωργίου, χοιρομαγείρῳ, ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως, χαίρειν. ἔχω καὶ ὀφείλω σοι, καθαρῶς καὶ ἀποκρότως, χρυσοῦ κεράτια ἐννέα ἥμισυ· γίνεται χρυ…