no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 21.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιζ Ἁθὺρ ε ἀπέδοτο Ἑτπεῆσις Πατῆτος τὴν ὑπάρχουσαν αὐτῆι μερίδα γῆςγην ἠπείρου σιτοφόρου καὶ ἀπʼ ἄλλης σφραγῖδος ἐν κώμηι Τμόν οβιτ ἐν ἀρούραις η τὴν αὐτὴν μερίδα. ἐπρίατο Ὧρος Νεχούτου χαλκοῦ τάλαντου α. seal βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομη τόρων ἔτους ιζ Ἁθὺρ ε ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, ἐν Κροκοδίλων πόλει ἐπʼ Ἀμμωνίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ἑτπεῆσις Πατῆτος Περσίνη ὡς ἐτῶν μέση ?, μελίχρως τετανὸς στρογγυλοπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Π τοῦ Πέρσου ὡς ἐτῶν λ μέσου μελιχρόου τετανοῦ μακροπροσώπου εὐθυρίνου τὴν ὑπάρχουσαν αὐτῆι γῆν ἤπειρον σιτοφόρον ἐν τῷ περὶ Παθῦριν πεδίῳ ἣν ἠγόρασεν παρὰ Νεχθανούπιος, ἧς μέτεστι τοῖς ἀδελφοῖς ἀδιαιρέτως, ὡσεὶ ἀρούρας ἧς γείτονες νότου γῆ Κοττάβου, βορρᾶ γῆ Παοῦτος τοῦ Ὡρπας καὶ τῶν μετόχων?,ἀπηλιώτου γῆ τῶν αὐτῶν ?, λιβὸς ψιλοὶ τόποι τοῦ καὶ ἀπʼ ἄλλης σφραγῖδος ἐν κώμῃ Τμόνοβιτ ἐν ἀρούραις η τὸ ἐπιβάλλον αὐτῆι ἐν τῶι κάτω πεδίωι μέρος σχοινίων ἐννέα οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μ μέσος μελίχρως ὑποκλαστὸς στρογγυλοπρόσωπος εὐθύριν χαλκοῦ νομίσματος ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιώτης τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ἑτπεῆσις ἡ ἀποδομένη, ἣνὁν ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἀμμώνιος ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.