no image
DDbDP-text
Sale of Half a Dove - Cote, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 11.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιζ Θῶυθ κη ἀπέδοτο Πετεσοῦχος Φίβιος καὶ οἱ ἀδελφοὶ τὸτον ὕπαρχον αὐτοῖς ἥμισυ περιστερῶνος τοῦ ὄντος ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως χαλκοῦ Γ. ἐπρίατο Ὧρος Νεχούτου. seal βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιζ Θωυθ κη ἐν Παθύρει ἐπʼ Ἀμμωνίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας. ἀπέδοτο Πετεσοῦχος Φίβιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν καὶ Πανεβχοῦνις ἀδελφὸς καὶ Ὧρος ἀδελφὸς ὡς ἐτῶν κ μετὰ κυρίου τοῦ ἑαυτῶν ἀδελφοῦ Πετεσούχου τοῦ προγεγραμμένου καὶ συμπωλουμένου καὶ Θαῖβις ἀδελφὴ καὶ Σεννῆσις ἀδελφὴ αἱ δύο τῶν Φίβιος Περσῖναι, συνεπικελευούσηςσυνεπικελευουσα τῆς τούτων μητρὸς Θαυσίριος Περσίνης μετὰ κυρίου Πανεβχούνιος, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς περιστερῶνος τοῦ ὄντος ἐν τῶι ἀπὸ βορρᾶβορραῖ μέρει Παθύρεως τὸ ἥμισυ· γείτονες τοῦ ὅλου περιστερῶνος νότου οἰκία Ὥρου τοῦ Νεχούτου, βορρᾶ καὶ λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου οἰκία Φίβιος τοῦ Νεχούτου, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μγ μέσος μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ δραχμῶν τρισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεσοῦχος καὶ οἱ ἀδελφοὶ οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἀμμώνιος ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.