no image
DDbDP-text
Vendita di una sesta parte di palmeto via HGV-meta
Linked by Trismegistos ID
TM 7.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παῦνι ιη, ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Θαίβις Φίβιος Περσίνη ὡς ἐτῶν νη, μέση μελίχρως μακροπρόσωπος εὐθύριν ὑπόσκνιφος, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ ΠαοῦτοςΠαοῦς πρεσβυτέρουπρεσβύτερος Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς ἐτῶν λε, μέσου μελίχρωτος ὑποκλάστου μακροπροσώπου εὐθυρίνου ἀσήμου, ἀπὸ τοῦ ὑπαρχόντος αὐτῇ ἐδάφουςἔδαφος φοινικῶνος φυομένων τοῦ ὄντος ἐν τῷ ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως τὸ ἐπι βάλλον Πασῆμι Νεχούτου τῶι ἑαυτῆς υἱῷυἱοῦ μέρος ἕκτον, ἧς γείτονες νότου τὸ μέρος φοινικῶνος Πανερεῦτος, βορρᾶ καὶ ἀπηλιώτου Ὥρου τοῦ του Νεχούτου, λιβὸς διῶρυξ ἢ οἱ ἂν ὧσι γείτονες πάντοθεν. ἐπρίατο Φῖβις καὶ Ὧρος οἱ δύο τῶν Νεχούτου τῶν ἐκ Θαίβιος τῆς Φίβιος ἴσην τρίτην μερίδα χαλκοῦ τάλαντα δύο δραχμὰς τετρακισχιλίας . προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Θαίβις ἣνἡ ἀποδομένη οὓς ἐδέξαντο Φῖβις καὶ Ὧρος οἱ πριάμενοι. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.